426
πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οι γε μὴν Σκύθαι τεταγμένα παρὰ ̔Ρωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, ηκασι ταῦτα ληψόμενοι, καὶ ηττονα λέγοντες ειναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, αρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἱ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ατερ ὀλίγων ἀπέκτειναν απαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδραμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ' αὐτὸν στρατιώτας· καὶ ̔Ρωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ος αὐτίκα τὰς δυνάμεις ἀγείρας εσπευδε τὴν ̓Ιταλίαν 3.138 καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ηλθον ταῦτα τῷ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις τῶν στρατευμάτων ηττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας ετη δύο καὶ μῆνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφισάμενοι. ̓Αναρρηθεὶς δὲ ουτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ' οὐδὲν τούτων εφθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ος τῶν ὑπὲρ τὰς Αλπεις αρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ' αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν ̔Ρώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι ̔Ρωμαίους ὑπ' ἀλλήλων οσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ αλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς αδοξόν τε καὶ χαμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οια δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν ουπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, αγοντα δὲ τῆς ἡλικίας 3.139 ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν ̔Ρωμαίων ἀρχὴν ἐγχειρίζουσι. Φλαβιανοῦ δὲ ἐπὶ ∆εκίου, ὡς ειρηται, μαρτυρήσαντος, Κορνήλιος τὴν τῆς ̔Ρώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ος οὐδ' ογδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς ̔Ρώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· ουπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. ου καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξύστος εἰς τὸν ἀρχιερατικὸν τῆς ̔Ρώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αιρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως. ̓Αλλὰ τὰ μὲν κατὰ τοὺς τῆς ̔Ρώμης ἀρχιερεῖς εσχον ουτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς ̔Ρωμαίων ἡγεμονίας δραξάμενος, καὶ ουτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν ουν καὶ ἐπὶ τούτου γενομένης ἐπαναστάσεως, κακῶς ειχον ̔Ρωμαίοις τὰ πράγματα. οι τε γὰρ Σκύθαι τὸν Ιστρον διαβάντες καὶ αυθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν 3.140 καὶ ειλον. εἰς δέος δὲ τοσοῦτον απαντας περιέστησαν ὡς ̓Αθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖχος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλα χρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν ̓Ισθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν