427
ἀντιποιούμενοι καὶ τὴν θύραθεν σοφίαν εἰς ἄκρον μεμελετηκότες· δι' ἃ καὶ μάλιστα ἡδεῖς ἦσαν ἐν ταῖς συνουσίαις καὶ πιθανοὶ πρὸς διαλέξεις. οὓς ὁ βασιλεὺς μετὰ πολλῆς ἐδέξατο τῆς εὐμενείας καὶ τῆς τιμῆς, καὶ ἡδέως ὡμίλει ὁσημέραι καὶ συνῆν, αὐτοί τε προὔργου παντὸς ἐποιοῦντο τὸν χρόνον, ὃν αὐ 3.56 τῷ συνῆσαν, ὅσα ἐπ' ἐκείνου προβληθείη καθημέραν, καὶ οἷα περὶ τῶν προβλημάτων διαλεχθείη γράφειν, ἵνα μὴ λάθῃ, τῆς μνήμης ἐκρυέντα. ἃ εἰς Ἰταλίαν ἀγαγόντες καὶ πάπᾳ τε καὶ τοῖς ἐκεῖσε διαδόντες σοφοῖς, μέγαν ἐκ τούτων ἀπεδείκνυον βασιλέα, καὶ ἀπὸ γλώττης οὐκ ὀλίγα ἐξηγούμενοι αὐτοί. ταῦτα μὲν οὖν ὕστερον. τότε δὲ μετὰ τὴν ἄφιξιν μικρὸν ἀπήγγελλον βασιλεῖ τὰ περὶ τῆς πρεσβείας. τὰ δὲ ἦν πρῶτα μὲν εὐχαριστίαι καὶ εὐχαὶ τῆς περὶ βασιλέα τὸν νέον κηδεμονίας καὶ βασιλίδα τὴν μητέρα, ὅτι ἃ μηδ' ἄν τις προσεδόκησε μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν ἄσπονδον ἐκείνην ἔχθραν καὶ τὴν πρὸς αὐτὸν ἀγνωμοσύνην τῶν διαβαλόντων, οὐ πρὸς τὰ γεγενημένα εἶδεν, ἀλλ' ἀρκεῖν ἡγήσατο τὸ τῶν πρὸς τὸν πόλεμον αἰτίων ὀφθῆναι μόνον καθαρόν. αὐτὸς δὲ, ὥσπερ οὐδενὸς μεταξὺ καινοῦ γεγενημένου, τὸ ἀρχαῖον ἦθος διεσώσατο, καὶ τὴν περὶ τοὺς βασιλέως παῖδας εὐγνωμοσύνην καὶ κηδεμονίαν, ἣν εἶχεν ἐξαρχῆς εὐθὺς μετὰ τὴν ἐκείνου τελευτήν. ἔπειτα δὲ καὶ τὴν κατὰ τῶν βαρβάρων ἔφοδον ἐμήνυε, καὶ τοῖς ἄλλοις μὲν τοῖς πρὸ αὐτοῦ Ῥώμης ἐπισκόποις εἶναι περισπούδαστον, μᾶλλον δὲ αὐτῷ τῶν ἄλλων εἶναι κατὰ γνώμην καὶ πολλοῖς πολλάκις περὶ τούτου διειλέχθαι τῶν κατὰ τὴν Ἰταλίαν δυναστῶν, καὶ πάντας παρακαλεῖν ἐπὶ τὸ ἔργον κοινῇ πρὸς τὴν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων τῶν Χριστιανῶν ἐσόμενον, καὶ αὐτὸν ἕτοιμον εἶναι καὶ χρήματα παρέ 3.57 χειν καὶ στρατιὰν, ὅσην ἂν μάλιστα ἐξῇ, καὶ μεγίστην πρὸς τὸν πόλεμον παρέχεσθαι συντέλειαν. νυνὶ δὲ καὶ μᾶλλον ὑπὸ τῶν αὐτοῦ λόγων καὶ τῆς πρεσβείας ἐξωρμῆσθαι, καὶ χάριν αὐτῷ εἰδέναι ὑπὲρ τῆς προθυμίας, ἧς ἐνδείκνυται, τοῖς βαρβάροις ὑπὲρ τῶν τὴν εἰς Χριστὸν πίστιν ἑλομένων τὸν πόλεμον ἐπεγείρων. εἰ δὲ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς, ὧν αἴτιος σπουδάζει Ῥωμαίοις καταστῆναι, καὶ τῶν ἐκκλησιῶν πραγματεύσαιτο τὴν ἕνωσιν, καὶ δι' αὐτοῦ τὰ διεστηκότα τοῦ Χριστοῦ μέλη συναφθείη, οὐκ ἀνθρώποις μόνον πᾶσιν, ἀλλὰ καὶ ταῖς οὐρανίοις δυνάμεσι καὶ αὐτῷ θεῷ μεγάλης ἂν εὐφροσύνης αἴτιος κατασταίη. τοιαῦτα μὲν ὁ πάπας διὰ τῶν ἐπισκόπων ἐπρεσβεύετο. βασιλεὺς δὲ καὶ αὐτὸς πρῶτα μὲν τῷ πάπᾳ χάριτας ὡμολόγει τῆς τε περὶ αὐτὸν εὐνοίας καὶ τοῦ κατὰ βαρβάρων τῶν Χριστιανοῖς ἐχθρῶν ῥᾳδίως ἐξωρμῆσθαι. αὐτόν τε διπλῇ διὰ τὸν κατὰ τῶν βαρβάρων ἔλεγε χαίρειν πόλεμον, τοῦτο μὲν ὡς ὑπὲρ τῆς κοινῆς τῶν ἀπὸ Χριστοῦ καλουμένων ὠφελείας ἔσοιτο, τοῦτο δ' ὅτι κοινωνὸς ἔσται καὶ αὐτὸς τοῖς τὸν καλὸν ἀγῶνα τοῦτον ἀγωνισομένοις. οὕτω γὰρ εἶναι παρεσκευασμένος, ὡς καὶ ναυσὶ καὶ χρήμασι καὶ ὅπλοις καὶ ἵπποις καὶ πᾶσιν, οἷς ἔχει, κατ' ἐκείνων ἐξορμήσων, κέρδος μέγιστον ἡγούμενος τὸ ὑπὲρ τῶν τοιούτων ἀγωνιζόμενος ἀποθανεῖν. περὶ δὲ τῶν διεστηκότων τοῦ Χριστοῦ μελῶν τῆς ἑνώσεως καὶ ἁρμονίας καὶ τῆς εἰρήνης τῶν 3.58 ἐκκλησιῶν ὅσην ἔχει τὴν ἔφεσιν καὶ τὴν σπουδὴν, οὐδὲ λόγοις δύνασθαι καταφανὲς ποιεῖν. πλὴν οὕτως εἶναι καὶ πρὸς ταῦτα παρεσκευασμένον, ὥστ', εἰ δεήσειεν αὐτὸν ὑπὲρ τῆς ὁμονοίας ἀποσφαγῆναι, οὐ μόνον ἐμπαρέξειν ἑαυτὸν προθύμως, ἀλλὰ καὶ μάχαιραν προσεπιδοῦναι· ἢ εἰ δόξειε καυθέντα διὰ τῆς τέφρας τοῦ ἐκείνου σώματος τὴν ἕνωσιν ταῖς ἐκκλησίαις βραβευθῆναι, αὐτὸν ἐπὶ τὴν πυρὰν πρῶτον ἐπιθεῖναι ξύλα, δι' ὧν ἐκτεφρωθῆναι περιέσται. δέον μέντοι τοῦτο τὸ μέγα τε καὶ θαυμάσιον καὶ τῶν ἄλλων ἀντάξιον πάντων ἔργον μὴ ἁπλῶς οὕτω καὶ εἰκῇ καὶ ἀπερισκέπτως γίνεσθαι, ἀλλὰ πολλῆς πρότερον ἐρεύνης ἀξιώσαντας καὶ πᾶσαν σπουδὴν ἐνδειξαμένους περὶ τοῦ ὄντος ἀγαθοῦ, οὕτω χωρεῖν ἐπὶ τὴν αἵρεσιν τῶν δοκούντων ὀρθῶν καὶ ἀσφαλῶν περὶ τὴν πίστιν. ἄτοπον γὰρ περὶ ἐπιγείων μέν τινων βουλευομένους, ὧν μικρά τε ἡ ὄνησις ἐπιτυχοῦσι καὶ ἡ ζημία σφαλεῖσι