427
Εδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ωκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν ̓Εδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλεῖστα σκῦλα λαμβάνουσιν, ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους οντες τοὺς ̔Ρωμαίους ἐκύκλωσαν, καὶ οἱ πλείους μὲν επεσον, ενιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ηδη κρατεῖν ῳετο· καὶ ὠμὸς ων πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν. Οἱ μὲν ουν ουτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ' οι ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, οτι ἐν ̓Εδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ινα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, οσον τὸ ἐπ' αὐτῷ, καὶ τὰ ̔Ρωμαίων στρατεύματα. οὐ μὴν οἱ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδοσίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. ειτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς ειθ' 3.141 ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ηγετο παρὰ τοῦ Σαπώρου. Οἱ Πέρσαι δὲ κατὰ πᾶσαν αδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ ̓Ορόντῃ αἱροῦσιν ̓Αντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ωστ' ἀποζῆν, ουτε μὴν υδατος μετέχειν εἰς κόρον ειων αὐτούς, ἀλλ' απαξ τῆς ἡμέρας οἱ τούτων φρουροὶ ηλαυνον αὐτοὺς ἐφ' υδωρ ωσπερ βοσκήματα. τὴν Καισάρειαν δὲ πολυάνθρωπον ουσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον ειλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος ∆ημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν η τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, οθεν νυκτὸς εἰσῆλθον οἱ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς ∆ημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ιππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέσον τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ισχυσεν. Ουτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην ̔Ρωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἱ μέντοι ̔Ρωμαῖοι φυγόντες, ὡς ειρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ος σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οιεσθαι αὐτοῖς 3.142 ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς ειλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οις ἐκεῖνος περιαλγήσας οικαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ος καὶ ἐν Περσίδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαιζόμενος. Οὐ μόνος δ' ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος ̓Ωδέναθος συμμαχῶν ̔Ρωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ον Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν. ̓Εν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ' ανδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ ̔Ρωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ην διελθεῖν τοῖς ὑποζυγίοις απορον ην, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ιν' ουτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν