Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
τὰς χεῖρας ἐσχήκασιν, δεδαπάνηνται τῷ πολέμῳ τῷ παρὰ Ῥωμαίοις, ὡς ὀλίγους κομιδῇ περιλειφθῆναι τοὺς σεσωσμένους, καὶ κένανδρος ἦν ἡ ἁγία πόλις. Ἀλλ' εὐφρανθήσονται, φησὶ, τὰ ἔρημα αὐτῆς. Στυγνοὶ μὲν γὰρ οἶκοι, καὶ κατηφείας ὥσπερ εἰσὶ μεστοὶ τοὺς ἐνοικοῦντας οὐκ ἔχοντες· ἱλαροὶ δέ πως καὶ οἷον γελῶντες, εἰ δὴ πλείστους ἔχοιεν τοὺς ἐνῳκισμέ- νους. Ἀπὸ δὴ τῆς ἱστορίας, φέρε δή τι λέγωμεν τῶν πνευματικῶν· Ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τοῦτ' ἔστιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες, οἳ καὶ Σιὼν ὀνομάζονται, καὶ μέντοι καὶ Ἱερουσαλὴμ, ὀλίγοι μὲν ἦσαν ἐν ἀρχαῖς, καὶ οἷον ἔρημος ἡ ἀληθῶς ἁγία καὶ Θεοῦ πόλις ἐτύγ- χανε, τοῦτ' ἔστιν ἡ Ἐκκλησία. Ἀλλ' οὐδὲν ἀπομε-μένηκε σχολάζον ἐν αὐτῇ· πεπλήρωται γὰρ διὰ Χρι- στοῦ. Καὶ γοῦν εἴρηται πρὸς αὐτήν· "6Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου."6 "6Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Καὶ ἐρεῖς, φησὶν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, οὗτοι δέ μοι ποῦ ἦσαν;"6 Καὶ πάλιν· "6Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ φείσῃ· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον."6 Ἐκ παντὸς γὰρ ἔθνους, πόλεως, καὶ χώρας συνδρομὴ γέγονεν ἐπὶ Χριστῷ, τῶν ἐθνῶν κεκλημένων διὰ πίστεως, ὡς ἐξ ἠοῦς, καὶ νότου, δύσεώς τε καὶ βοῤῥέου καλεῖσθαι τοὺς ἐπιστρέφοντας, πολλῷ πλείους ὄντας τῶν ἐξ αἵματος Ἰσραήλ. Καὶ τοῦτο αὐτὸ καταμεμήνυκε λέ- γων ὁ προφήτης Ἡσαΐας περὶ τῆς Ἐκκλησίας καὶ τῆς Ἰουδαίων Συναγωγῆς· "6Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης 70.1161 τὸν ἄνδρα."6 Στείραν μὲν γὰρ τὴν οὐ τίκτουσαν, ἔρημόν τε πρὸς τούτοις ἀποκαλεῖ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν. Καὶ γὰρ ἦν ἄπαις καὶ ἐρήμη, τοῦτ' ἔστι χήρα, τὸν ἀγαθοῦ παντὸς σπορέα λόγον οὐκ ἔχουσα. Τὴν δέ γε τῶν Ἰουδαίων Συναγωγὴν ὕπανδρον εἶναί φησι, διὰ τὸ νόμῳ κατεζεῦχθαι τῷ διὰ Μωσέως, ἐγκύμονά τε γενέσθαι τῶν ἱερῶν θεσπισμάτων, δι' ὧν ἦν δύνασθαι καρποφορεῖν τῷ Θεῷ τὴν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις λατρείαν. Ἀλλὰ πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, τοῦτ' ἔστι τὰ τῆς χήρας, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίνα δὲ τρόπον ἔσται καὶ τοῦτο, διεσάφησε προστιθεὶς, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν παρὰ Θεοῦ. Ὅτε γὰρ ἐμφανὴς γέγονεν ἐν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὁ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦτ' ἔστιν ὁ Υἱὸς, ὅτε πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν, καὶ τεθέανται τὰ ἄκρα τῆς γῆς, τοῦτ' ἔστιν οἱ ἐκ πε- ράτων εἰς πέρατα, τὴν παρ' αὐτοῦ σωτηρίαν, τὴν διὰ πίστεως δὲ δηλονότι, τότε πεπλήρωται τὰ ἔρημα Ἱερουσαλὴμ, δηλονότι τῆς νοητῆς, καὶ ἀριθμοῦ κρείττων ἡ τῶν κεκλημένων πληθύς. Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. ∆ύναμις γάρ ἐστιν αὐτοῦ καὶ πανσθενὴς δεξιὰ, δι' ἧς τὰ πάντα ἐργάζεται, καὶ περὶ αὐτῆς φησιν ὁ θεσπέσιος ∆αβίδ· "6Κρατυνθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου."6 Καὶ πάλιν περὶ τοῦ Θεοῦ Πατρός· "6Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ."6 9Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου αὐ- τῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου, ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ. Πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Κύριος ὁ Θεὸς Ἰσραήλ.9 Ἔοικεν ὁ λόγος, ἢ πρὸς ἐκείνους γίνεσθαι παρὰ Θεοῦ τοὺς διὰ πίστεως συναγηγερμένους, καὶ τῆς Ἐκκλησίας χρηματίσαντας τέκνα, ἢ τάχα που πρὸς τοὺς ἁγίους μυσταγωγοὺς, ἀποστόλους δηλονότι, καὶ εὐαγγελιστὰς, οἳ φῶς γεγόνασι τῆς ὑπ' οὐρανὸν, τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν διαπορθμεύοντες λόγον. Τούτους δὴ οὖν ἀπο- στῆναι προστέταχε, καὶ ἀπίστων ἀποφοιτᾷν, ὡς ἀπὸ μεμολυσμένων, διὰ τὸ μήτε πιστεύειν ἑλέσθαι Χρι- στῷ, ἀλλὰ γὰρ καὶ τοῖς τῆς Κυριοκτονίας ἐγκλήμασι τὰς ἑαυτῶν