428
φαυλοτέρα, περὶ ταῦτα μὲν πᾶσαν ἐνδείκνυσθαι σπουδὴν, μὴ τοῦ δοκοῦντος ἀγαθοῦ διαμαρτεῖν, περὶ οὐρανίων δὲ τοῦ λόγου ὄντος καὶ τῶν περὶ τὴν πίστιν ἀπλανῶν δογμάτων, τούτων ὀλίγην τινὰ ποιεῖσθαι τὴν φροντίδα καὶ μόνοις ἑαυτοῖς θαῤῥεῖν πρὸς τοσοῦτον γνώσεως ὕψος ἐξαρκέσειν. τοῦτο γὰρ εἶναι τοῦτο, ὃ καὶ τὴν διάστασιν ἐνεποίησε ταῖς ἐκκλησίαις ἐξαρχῆς. εἰ γὰρ οἱ πρώτως τὰ νῦν ὑπὸ τῆς Ῥωμαίων ἐκκλησίας πρεσβευόμενα δόγματα ἐξενεγκόντες μὴ ἐθάῤῥησαν ἑαυ 3.59 τοῖς, μηδὲ τῶν ἄλλων κατεφρόνησαν, ἀλλ' εἰς μέσον προὔθηκαν τοῖς ἄλλοις τῶν ἐκκλησιῶν προστάταις ἐξετάζειν, οὐκ ἂν ἄχρι τοσούτου τὸ κακὸν προὐχώρησεν, οὐδὲ τὰ Χριστοῦ διῄρητο μέλη καὶ ἐκπεπολέμωτο ἀλλήλοις. ἢ γὰρ, εἰ καλῶς εἶχεν, ὑπὸ πάντων ἂν ἐστέρχθη καὶ οὐδεμία ἀμφισβήτησις ἐγίνετο περὶ τῶν πᾶσιν ὁμοίως ὡμολογημένων, ἢ, εἴ τι τοῦ καλῶς ἔχοντος ἐφαίνετο ἐκπίπτοντα, πᾶσιν ὁμοίως λήθης παρεπέμφθη καὶ σιγῆς βυθῷ. ἀρχαῖος δὲ ὁ τρόπος καὶ τοῖς πρώτοις τοῦ εὐαγγελίου κήρυξι τετιμημένος. καὶ γὰρ καὶ Παῦλος ἐκοινοῦτο τοῖς ἀποστόλοις τὸ εὐαγγέλιον, δεδοικώς, φησι, μὴ εἰς κενὸν τρέχει, ἃ μὴ φίλα καταγγέλλων θεῷ, καίτοι γε εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς καὶ μυσταγωγηθεὶς τὰ ἄῤῥητα. καὶ βασιλεῖ γὰρ τῷ πρώτῳ Παλαιολόγων Μιχαὴλ τοῦτο τετολμημένον οὐ συνήνεγκεν, ἀλλὰ χεῖρον γέγονε τὸ ῥῆγμα, καὶ ἡ διάστασις χαλεπωτέρα. δι' ἃ οὐδὲ αὐτὸς οἴομαι πεισθήσεσθαί ποτε πρὶν οἰκουμενικὴν σύνοδον ἀθροισθεῖσαν τὸ δοκοῦν ἀσφαλὲς ἀποφήνασθαι περὶ τὴν πίστιν, ἐπιχειρήσειν αὐτός τε προσέχειν καινοτομίαις, καὶ βιάζεσθαι τοὺς ἄλλους, οὐ διὰ τὴν ἐκκλησίαν μόνον καὶ τὸ Χριστιανῶν ἅπαν πλήρωμα, ἀλλὰ καὶ δι' ἐμὲ αὐτόν. καὶ γὰρ οὕτως ἔχω, ὡς πᾶσι μὲν πεισθησόμενος, ἅττα ἂν ὑπὸ κοινῆς γνώμης τῶν ἀρχιερέων περὶ τῆς πίστεως ἐπιψηφισθείη, τούτου δὲ ἀπόντος, καινοτομίᾳ οὐδεμιᾷ προσέξω. οἴομαι δὲ καὶ τοὺς ἀρχιερέας ἅ 3.60 παντας καὶ τοὺς ἄλλους τοὺς δογμάτων τῶν τῆς ἐκκλησίας τροφίμους πρὸς τοῦτο μὲν ἔσεσθαι προθύμους μάλιστα· ἂν δὲ βιάζοιντο ἀρχικῶς, τὰ ὦτα βύσαντας, μηδὲ τῆς πρώτης ἀνέξεσθαι φωνῆς. καίτοι γε οὐδὲ παρ' ὑμῖν ἐμὲ ἀξιόχρεων ἐγὼ νομίζω ἔσεσθαι πρὸς πίστιν περὶ τῶν μελλόντων, εἰ ῥᾳδίως οὕτω καὶ ἀνεξετάστως ἐπὶ τὰ δοκοῦντα δόγματα ὑμῖν μεταχωρήσω. ὁ γὰρ τοῖς ὑπὸ τῶν προγόνων παραδεδομένοις καὶ οἷς συντέθραπτο αὐτὸς, μὴ πάνυ προσέχων ἀσφαλῶς, ἀλλ' ἐξ ἑτοίμου προϊέμενος, τίνα ἂν ἔχοι περὶ τῶν προσφάτων πίστιν; δι' ἃ νομίζω δέον εἶναι, εἴγε καὶ ὑμῖν συνδοκεῖ, περὶ τῶν οὕτω μεγάλων σύνοδον οἰκουμενικὴν, ἐν ᾗ οἵ τε ἑῷοι καὶ οἱ ἑσπέριοι παρέσονται ἀρχιερεῖς, γενέσθαι. τούτου δὲ γεγενημένου, πιστὸς ὁ θεὸς, ὃς ἡμᾶς οὐκ ἐάσει τῆς ἀληθείας ἀποπλανηθῆναι. εἰ μὲν οὖν ὥσπερ πρότερον ὑπὸ τὴν Ῥωμαίων βασιλείαν ἥ τε Ἀσία καὶ Εὐρώπη διετέλει, παρ' ἡμῖν ἔδει τὴν σύνοδον ἀθροισθῆναι. ἐπεὶ δὲ τοῦτο νῦν ἀδύνατον, ὅ,τε γὰρ πάπας ἐνταῦθα ἀφικέσθαι ἀδυνάτως ἔχει, ἐμοί τε οὐ ῥᾴδιον τοσοῦτον ἀποστῆναι τῆς ἀρχῆς διὰ τοὺς συνεχεῖς πολέμους καὶ τοὺς πανταχόθεν ἐπιόντας ἡμῖν βαρβάρους τε τοὺς ὁμόρους καὶ τοὺς ἄλλους δυνάστας, οἳ περὶ τὴν πίστιν ἡμῖν οὐδὲν διαφερόμενοι, ὅμως πολέμιοί εἰσιν, εἰ καὶ τῷ πατρὶ συνδόξειε πάπᾳ, πρός τι τῶν παραλίων ἀφιξόμεθα χωρίων ἐκ συνθήματος, ὃ μέσως ἂν σχοίη ἑκατέροις πρὸς ἀπόστασιν τῶν οἴκοι. καὶ οὕτω συνελευσόμεθα, ἐκεῖνος μὲν 3.61 τοὺς ἐκ τῆς ἑσπέρας ἔχων ἀρχιερέας, ἐγὼ δὲ τοὺς πατριάρχας καὶ τοὺς ὑπ' αὐτοῖς τελοῦντας ἐπισκόπους. πιστεύω δὲ θεῷ, ὡς ἀπράκτους ἡμᾶς ἐπανελθεῖν οὐκ ἐάσει, ἀλλὰ τῇ σφετέρᾳ χρησάμενος φιλανθρωπίᾳ, ὁδηγήσει ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. ἐπὶ τέλει δὲ καὶ τοῦτο προσετίθει, ὡς, εἰ ἀρεστὸν εἴη πάπᾳ τὴν σύνοδον συγκροτηθῆναι, τάχιστα αὖθις πέμπειν ἀγγελίαν πρὸς αὐτὸν, ὅτι τε συνέθετο μηνύουσαν, καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἐν ᾧ προσῆκον συνελθεῖν. οὐκ ὀλίγου γὰρ δεήσεσθαι χρόνου καὶ αὐτὸν, τούς τε πατριάρχας μεταπεμπόμενον καὶ τοὺς ἄλλους ἐπισκόπους. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὴν πρεσβείαν πάπᾳ ἀπεκρίνατο. καὶ ἐδόκει βέλτιστα τοῖς πρεσβευομένοις