428
ὑποζύγια· καὶ ουτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα. Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν ̔Ρωμαίων ἐκκλησίας καθηγεῖτο Ξύστος, τῆς δὲ τῶν ̓Αντιοχέων ∆ημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν ̔Ιεροσολύμων ̔Υμέναιος Μαζαβάνου θανόντος, τῆς δ' ἐν ̓Αλεξανδρείᾳ προίστατο ∆ιονύσιος. 3.143 Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου υἱὸς τῆς τῶν ̔Ρωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ον ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια ειασε τοῖς ἐν τῇ ̓Ιταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ος ̓Αλαμαννοῖς περὶ τριάκοντα μυριάδας ουσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· ειτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις. Αὐρίολος δὲ ἐκ χώρας ων Γετικῆς τῆς υστερον ∆ακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ιππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος εδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ ̓Ιγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν αλλων καὶ Μαυρουσίους ἐπαγομένου, οι ἀπὸ Μήδων κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ ̓Ιγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν ̓Ιγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ. Αυθις ουν Ποστοῦμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ εχων ὁ αὐτοκράτωρ ουτος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ον καὶ τῆς βασιλείας 3.144 ειχε διάδοχον, ἐν ̓Αγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ῳ καί τινα ̓Αλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ. Ποστοῦμος δὲ εἰς φυλακὴν τοῦ ̔Ρήνου ποταμοῦ ἐαθείς, ωστε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν ̔Ρωμαΐδα χώραν διάβασιν, λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν. ο μαθὼν ὁ ̓Αλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ Ποστοῦμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινῆσαι μηχανώμενος· ο καὶ γέγονε· καὶ μετ' αὐτῶν τῇ πόλει τῇ ̓Αγριππίνῃ προσέβαλε, καὶ οἱ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν ̓Αλβανὸν αὐτῷ ἐκδεδώκασιν, ους καὶ αμφω ἀπέκτεινε. Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Ποστοῦμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, ειτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Ποστοῦμον φεύγειν. στέλλεται ουν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ' ἐπανελθὼν ειπε μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Ποστοῦμος δ' ουτω διαφυγὼν αυθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ηλαυνεν ἐπ' αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε. Καὶ αλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος 3.145 παρὰ Μακρίνου, ος δύο εχων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, οτι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ' υἱοῖς αὐτὴν περιέβαλε. καὶ οἱ ἐν τῇ ̓Ασίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, ον αὐτὸς προεχειρίσατο ιππαρχον, καὶ σὺν τούτῳ καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. πέμπει ουν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ τοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς