Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἐνόχους ἀποφῆναι κεφαλάς. Ἐξέλθετε δὴ οὖν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, τοῦτ' ἔστι, τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποσχοινίσθητε, ὡς μηδ' ὅσον αὐ- τῶν ἐθέλειν ἀποθήγειν. Ὁ γὰρ ἁπτόμενος πίσσης, φησὶ, μολυνθήσεται· καὶ γάρ ἐστιν ἀναγκαῖον, τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ δι' αὐτοῦ κεκλημένους εἰς ἀποκάθαρσιν ἁμαρτίας καὶ εἰς μέθεξιν ἁγιασμοῦ, τῆς Ἰουδαϊκῆς ἀμαθίας ἔξω φέρεσθαι φιλεῖν, καὶ ὁλο- τρόπως ἑτερογνώμονας παρ' ἐκείνους ὑπάρχειν, ἀφ- ορισθῆναί τε εἰσάπαν· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τοῖς ἐκ Γα- λατίας, μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν παλινδρομῆσαι τολμήσασιν ἐπὶ τὴν ἐν νόμῳ λατρείαν· "6Ὦ ἀνόητοι Γα- 70.1164 λάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυ- ρωμένος;"6 Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ. Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφ- ορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ. Καὶ τίνα δὲ τρόπον, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· "6Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δι- καιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ."6 Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνά- μεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύ- σεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμά- των ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ' ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶ- σθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναρι- θμεῖσθαι βεβήλοις καὶ πονηροῖς. Οὐκοῦν, Οὐ φυγῇ πορεύσεσθε, φησίν· ὅτι δὲ καὶ δι' εὐμαρείας ἥξει τὰ πράγματα αὐτοῖς, καὶ οὐδὲν ὅλως ἀπαντήσει σκλη- ρὸν, ἢ ἄναντες, ἢ τραχὺ, πεπληροφόρηκεν εἰπὼν, ὅτι Προπορεύσεται ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς ὁ Θεός. Θεοῦ δὲ συνόντος καὶ προβαδίζοντος, ποῖον ἔσται τὸ κακοποιοῦν τῶν ἱερῶν κηρυγμάτων τοὺς διακομιστάς; μᾶλλον δὲ πῶς οὐχ ἅπαντα αὐτοῖς τὰ κατ' εὐχὴν ἐκβήσεται, καὶ διὰ ψιλῆς ὥσπερ ὁδοῦ δραμοῦνται κηρύττοντες; 9Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Καὶ οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκη- κόασι συνήσουσιν.9 Ἀναφανδὸν ἐν τούτοις τοὺς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ποιεῖται λόγους ὁ Θεὸς καὶ Πατήρ. Ἰδοὺ γὰρ συνήσει ὁ παῖς μου, φησί· καὶ τὸν μὲν παῖδα νοήσεις, τὸν Υἱὸν, ἤγουν τὸν δοῦλον. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, καὶ Κύριος πάντων ὢν, τοῖς τῆς ἀνθρωπότητος ἐμβέβηκε μέ- τροις. "6Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα- πείνωσεν ἑαυτόν."6 Οὐκοῦν, ὅτε γέγονεν ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν, τότε καὶ δοῦλος ἀν- εγκλήτως ὠνόμασται τὸ τῆς δουλείας σχῆμα λαβών. Ἀλλὰ, Συνήσει, φησὶν, ἀντὶ τοῦ, Πάντα μετὰ συν- 70.1165 έσεως καὶ σοφίας ἐργάσεται καὶ λαλήσει τῆς θεο- πρεποῦς. Ἔργον δὲ σοφίας τῆς θεοπρεποῦς, καὶ πρό γε τῶν ἄλλων τὸ σάρκα γενέσθαι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τουτέστιν ἄνθρωπον, καὶ συμπτωχεῦ- σαι