429
ἐπισκόποις, οἳ πολλῶν πρότερόν τε καὶ μέλλοντες ἀναχωρεῖν παρὰ βασιλέως εὐεργεσιῶν τυχόντες, ἀπῆραν πρὸς τὴν οἰκείαν· καὶ παραγενόμενοι πρὸς πάπαν, τήν τε πρεσβείαν ἀπήγγελλον, καὶ πολλοὺς διεξῄεσαν ἐπαίνους ὑπὲρ βασιλέως καὶ τὰς γεγραμμένας ἐφημερίδας ἐπιδεικνύντες. πάπας δὲ καὶ αὐτὸς πρὸς τὴν σύνοδον φάμενος ἡδέως ἔχειν, ἔπεμπε κατὰ τάχος τοὺς ἐροῦντας βασιλεῖ, ὡς δοκοίη καὶ αὐτῷ βελτίστη ἡ παραίνεσις, καὶ τὴν συνέλευσιν τῶν ἐπισκόπων ποιοῖτο περὶ πλείστου. δέον μέντοι τοὺς ὑπ' αὐτὸν ἅπαντας γενομένους ἐν ταὐτῷ, τόπον τε κυροῦν καὶ χρόνον, καθ' ὃν ἔσται. οὐ πολλοῦ δὲ χρόνου παρελθόντος ἐν τῷ μεταξὺ, γράμματα αὖθις ἧκε πρὸς τὸν βασιλέα παρὰ πάπα, τῆς συνόδου τὴν ὑπέρθεσιν μὴ δοκεῖν ὑπ' ἀμελείας γίνεσθαι δηλοῦντα. αὐτὸν μὲν γὰρ προὔργου παν 3.62 τὸς ποιεῖσθαι τῶν ἐκκλησιῶν τὴν ἕνωσιν καὶ τῶν ἀναγκαιοτάτων μάλιστα νομίζειν εἶναι. πολέμου δὲ μεγάλου κεκινημένου κατὰ τὴν Ἰταλίαν, τῶν παρ' αὐτοῖς μεγίστων ῥηγῶν ἀλλήλοις ἐκπολεμωθέντων καὶ μελλόντων μυριάσι πολλαῖς ἀλλήλοις ἐπιέναι, προσήκειν μάλιστα αὐτῷ, πατρί γε ὄντι πνευματικῷ, περὶ εἰρήνης τοῖς μαχομένοις διαλέγεσθαι καὶ πείθειν κατατίθεσθαι τὸν πόλεμον. τούτου δὲ πραχθέντος κατὰ γνώμην, οὐδὲν ἕτερον αὐτῷ μᾶλλον ἔσεσθαι διὰ σπουδῆς, ἢ βουλευσαμένῳ περὶ τῆς συνόδου μετὰ τῶν ὑπ' αὐτὸν, δηλοῦν καὶ χρόνον καὶ τόπον, ἐν ᾧ συνελθόντες, περὶ ὁμονοίας καὶ εἰρήνης πράξουσι ταῖς ἐκκλησίαις. ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς τῶν ἐν Γαλατᾷ διατριβόντων φίλων Ἰωάννην ὄνομα, τῆς τάξεως ὄντα τῶν κηρύκων, πρὸς πάπαν πέμψας, χάριτάς τε ὡμολόγει πολλὰς τῆς προθυμίας τε καὶ τῆς σπουδῆς, ἧς περὶ τῶν ἐκκλησιῶν τῆς εἰρήνης ἐπιδείκνυται. καὶ αὖθις ἠξίου τῶν ἴσων ἔχεσθαι, καὶ μὴ διὰ ῥᾳθυμίαν πόλεμον εἰσενηνεγμένον ταῖς ἐκκλησίαις περιορᾷν, δυναμένους καταλύειν. ιʹ. Τοῦ χρόνου δὲ ἐν τοῖς τοιούτοις τριβομένου, Κλήμης ὁ πάπας ἐτελεύτησεν ἐν τῷ μεταξὺ, καὶ ἡ περὶ τῆς συνόδου αὖθις διελύετο φροντίς. βασιλεὺς δὲ καὶ βασιλέα ἐπαγόμενος τὸν γαμβρὸν, ἐπεστράτευσε Μηδείᾳ τῇ κατὰ τὸν Πόντον παραλίῳ πόλει, ἧς κατὰ τὸν τοῦ πολέμου χρόνον ἄρχων ὁ Τομπροτίτζας ὑπὸ βασιλίδος Ἄννης ἀναδειχθεὶς, οὐδὲ 3.63 μετὰ τῶν βασιλέων τὴν ὁμόνοιαν ὑπείκειν βασιλεῖ τῷ Καντακουζηνῷ ἠβούλετο, ἀλλὰ χεῖρα λῃστρικὴν πολλὴν περὶ αὐτὸν ἀθροίσας, τὰς περιοίκους πόλεις ἐληΐζετο καὶ ἐκάκου οὐκ ὀλίγα. ὃν πρότερον μὲν ὁ βασιλεὺς ὑπ' ἄλλων ἀναγκαιοτέρων ἐπειγόμενος περιεώρα· ἐπεὶ δὲ ἔβλαπτον αἱ ἐκ Μηδείας λῃστεῖαι οὐ μικρὰ, πρῶτα μὲν ἐκ γῆς καὶ θαλάσσης πέμψας στρατιὰν ἐπολιόρκει, ἔπειτα Μανουὴλ δεσπότην τὸν υἱὸν ἄρχοντα καταλιπὼν ἐν Βυζαντίῳ καὶ τριήρεις κελεύσας ναυπηγεῖσθαι, Φακεωλάτον τὸν πρωτοστράτορα τῷ ἔργῳ ἐπιστήσας, πάνυ γὰρ ξυνεώρα ναυτικῆς δυνάμεως τὴν Ῥωμαίων ἡγεμονίαν δεομένην, ἐξεστράτευσεν αὐτὸς, ἔχων καὶ τὸν νέον βασιλέα, καὶ ἐπεὶ ἐγένετο ἐν Μηδείᾳ, λόγους προσῆγε Τομπροτίτζᾳ περὶ τοῦ αὐτῷ ὑπείκειν καὶ τὴν πόλιν παραδιδόναι. ὁρῶν δὲ ἐκεῖνος, ὡς ἀδύνατος εἴη ὅπλα ἀνταίρειν βασιλεῖ, προσεχώρησεν ὁμολογίᾳ καὶ τὴν πόλιν ἐνεχείρισεν. ὃν ὁ βασιλεὺς εὐμενείας τε καὶ προνοίας ἠξίωσε τῆς προσηκούσης, καὶ τοῖς ἐπιφανεστέροις συγκατέλεξε Ῥωμαίων. ἐπεὶ δὲ εἶχε Μήδειαν, βασιλέα μὲν τὸν νέον οἴκαδε ἐκέλευεν ἐπανιέναι καὶ τὸ πολὺ διέλυε τῆς στρατιᾶς κατὰ τὰς πόλεις, ἐκεῖνος δὲ ὀλίγους ἔχων, ἐπὶ Ἀδριανούπολιν ἐχώρει δημοσίων ἕνεκά τινων φροντίδων. μεταξὺ δὲ ὁδεύοντι ἠγγέλλετο, ὡς κατὰ τὸν Ἑλλήσποντον στρατιὰ Περσῶν ἱππικὴ περαιωθεῖσα ὀλίγῳ ἐλάσσους δισχιλίων ἐπιλέκτων, ἐτράπετο ἐπὶ λεηλασίαν κατὰ τὰς τῆς Θρᾴκης πόλεις. ἤχθετο μὲν οὖν εὐθὺς ὁ βα 3.64 σιλεὺς ἐπὶ τῆς στρατιᾶς τῇ διαλύσει· μεταπέμπεσθαι γὰρ αὖθις οὐκ ἐνῆν, οὐκ ἐξαρκοῦντος τοῦ χρόνου. ἐδεδίει γὰρ, μὴ ἐν ᾧ τὴν στρατιὰν συλλέγων διατρίβοι, οἱ Πέρσαι μὲν τὴν λείαν ἄγοντες αὖθις περαιωθῶσιν εἰς Ἀσίαν, ὑστερήσῃ δὲ ἐλθών. ὅθεν εἰς ἀνάγκην συνωθούμενος, ἐχώρει μεθ' ὧν εἶχεν ἐπ' ἐκείνους, καὶ εἰς τὴν ἐπιοῦσαν ἐγγὺς ἐγένετο Περσῶν, οἳ ἐστρατοπεδευμένοι ἦσαν κατὰ τὸ τοῦ