429
ἐκύκλωσαν σφᾶς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ηλπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ. ἐκεῖνοι δ' οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος απαντες τῷ βασιλεῖ προσερύησαν. βαδίζοντες γὰρ οἱ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εις δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου πεσόντος κατήνεκτο. ἰδόντες ουν οἱ λοιποὶ οσοι τὰς σημαίας εφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες οπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖ μεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. ειτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ' 3.146 ἀνελεῖν πρότερον σφᾶς καὶ ουτω προσχωρῆσαι τῷ βασιλεῖ· ο πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτούς. Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ ην σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ' ἑαυτόν. ἐφ' ους ὁ Γαλιῆνος ̓Ωδέναθον επεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. τῆς ηττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῷ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ' αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ' ἐν ̓Εμέσῃ διῆγον. ενθα γενόμενος ὁ ̓Ωδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. ̓Ωδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν. Ουτος ὁ ̓Ωδέναθος μέγας γενόμενος καὶ ̔Ρωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ' αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προεπεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ ̓Ωδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῷ ἀνεψιῷ. ὁ δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ ̓Ωδέναθος ἀφείλετο τὸν ιππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην υβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. ειτα ὁ πρεσβύτερος τῶν ̓Ωδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ 3.147 ̓Ωδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι' ουπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ. Αυθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, ην Αὐρίολος συνεστήσατο, πάσης αρχων τῆς ιππου καὶ μέγα δυνάμενος. ος τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. οτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. οπερ οἱ πολέμιοι θεασάμενοι ἐπῆλθον τῇ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εις δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβαλὼν συνέρραπτεν αὐτό. ὡς ουν ειδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ωρμησε κατ' αὐτῶν. καὶ πλήξας ενα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν. καὶ ουτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή. Ετι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ' ου ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ3.148 σαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα εως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ' ἐγνῶσθαι τὸ σφῶν διαβούλιον, ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τινας, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ δὲ αὐτίκα ἐξώρμησε κατ' αὐτῶν, ωρας ηδη