Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
τοῖς ἐπὶ τῆς γῆς, ἵνα ἡμεῖς τῆς [ἑ]αυτοῦ πτωχείας πλουτήσωμεν, ἵνα πιστεύσαντες εἰς αὐτὸν τοὺς τῆς ἁμαρτίας ἀπονιψώμεθα μεμολυσμένους, ἀδρανοῦς ὄντος τοῦ νόμου τοῦ διὰ Μωσέως εἰς τὸ δύνασθαι περιελεῖν ἁμαρτίας, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, καὶ ἀνατρέψῃ τὴν φθορὰν, καὶ ἀναχαλκεύσῃ πρὸς ἀφθαρσίαν τοὺς τῷ θανάτῳ κατισχημένους, καὶ οὐρανοῦ πολίτην ἐργάσηται τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, καὶ συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸν πάλαι δραπέτην, καὶ κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καὶ ἰάσηται τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ κε- νώσῃ τὸν ᾅδην, καὶ ἀποστήσῃ τὸν Σατανᾶν τῆς κατὰ πάντων ἀρχῆς καὶ πλεονεξίας. Συνήσει δὴ οὖν ὁ παῖς μου, φησίν. Ἀσύνετον γὰρ, ἤγουν ἄσοφον, ἐν τοῖς γεγονόσιν ὑπὲρ ἡμῶν παντελῶς οὐδέν. Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ταύτης ἕνεκα τῆς αἰτίας ὑψωθήσεται, φησὶ, καὶ δοξασθήσεται σφόδρα. ∆οξολογεῖται γὰρ πρὸς ἡμῶν ὁ Θεὸς ὡς Κύριος, Σωτῆρα δὲ καὶ Λυτρωτὴν ἀποκα- λοῦμεν αὐτόν. Εἶναί τε τοῦτο κατὰ ἀλήθειαν πεπι- στεύκαμεν. Ἀλλ' ἵνα ἀληθὴς καὶ ἀδιάβλητος παντε- λῶς ὁ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχῃ λόγος, ἐπ- ήνεγκεν ἀναγκαίως, ὅτι Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἐπ- εγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασι κατιδεῖν ἰσχύσαντες τῆς ἐνούσης αὐτῷ θεο- πρεποῦς ἐξουσίας τὸ μέγεθος, καταπλήττονται τὴν οἰκονομίαν· ὁποῖός τις ἦν ὁ προφήτης Ἀββακοὺμ, λέγων· "6Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφο- βήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην."6 Οἵ γε μὴν οὐ συνιέντες αὐτοῦ τὴν δόξαν, ἄπιστοι δὲ καὶ ἀσύνετοι μεμενηκότες, ἀδοξίαν αὐτοῦ καὶ ἀτιμίαν ἀνοσίως κατεψηφίζοντο, Σαμαρείτην ὀνομάζοντες, φάγον τε καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ πρός γε τούτοις ἁμαρτωλόν. Οὐκοῦν, ὡς ἐκστή- σονται ἐπὶ σοὶ πολλοὶ, οὕτως καὶ παρὰ ἀνθρώποις ἀδοξήσει τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀν- θρώπων. Ἀλλ' ὥσπερ τοῦτο συμβήσεται, οὕτω καὶ θαυμάσονται ἔθνη πολλὰ ἐπὶ σοὶ, καὶ συνέξουσι βα- σιλεῖς τὸ στόμα αὐτῶν. Ἰουδαῖοι μὲν γὰρ οἱ πάντολ- μοι, καίτοι τοῦ μηδενὸς ἄξιοι ὄντες λόγου, κατακερ- τομεῖν ἀπετόλμων, καὶ ἀχάλινον ἐπ' αὐτῷ πολλάκις ἀνέντες τὴν γλῶτταν, παλιμφήμοις ἔβαλλον φωναῖς. Πλεῖστοί γε μὴν βασιλεῖς δεδιότες ὡς Θεὸν, καὶ ὡς βασιλεῖ τῶν ὅλων τὴν δόξαν προσάγοντες, συνέξουσι τὸ στόμα αὐτῶν, τουτέστιν, οὐδὲν ἐροῦσιν ἀπηχὲς, ἀλλ' οὐδὲ φθέγξονταί τι τῶν ὅσα διαλυμαίνεται τῇ δόξῃ τοῦ Χριστοῦ. Ὅτι δὲ τὸ θεῖόν τε καὶ ἱερὸν καὶ σωτήριον κήρυγμα, τουτέστι τὸ εὐαγγελικὸν, ἐκεί- νων οὐκ ἔσται ποθὲν, παρ' οἷς ἠδόξησε τὸ εἶδος αὐ- τοῦ, παρ' ἐκείνοις δὲ μᾶλλον, οἳ συνέσχον τὸ στόμα 70.1168 αὐτῶν, κατεπλάγησάν τε τὴν δόξαν αὐτοῦ, διέδειξεν εἰπὼν, ὅτι Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀνηγγέλη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν τὰ περὶ Χριστοῦ, τοῖς γε μὴν ἔθνεσιν οὐδαμῶς. Ἀλλ' οὗτοι, φησὶν, ὄψονται μᾶλλον τὴν παρ' αὐτοῦ σωτηρίαν· καὶ οἱ τῶν αὐτοῦ μυστηρίων ἀνήκοοι παντελῶς, οὗτοι συνήσουσιν αὐτὰ, πιστεύσαντες δηλονότι. Ῥίζα γὰρ συνέσεως καὶ τροφὸς ἡ πίστις, καὶ οἷον εἰσβολὴ πρὸς εὐσέβειαν καὶ ζωὴν εἰσκομίζουσα τοὺς δεχομένους αὐτήν. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας, "6Ἐὰν μὴ πι-στεύσητε, οὐδ' οὐ μὴ συνῆτε,"6 φησίν. 9Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλα- μεν ἐναντίον αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.9 Πολὺς μὲν ἀεὶ παρὰ τῶν ἁγίων προφητῶν ὁ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος γέγονε λόγος, καὶ νουθε- τοῦντες οὐ διαλελοίπασιν, ἀπαγγέλλοντές τε καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει κατὰ καιροὺς ἐν ἀνθρωπείᾳ μορφῇ Θεὸς ὢν ὁ Λόγος, καὶ ὅτι θαυματουργήσει θεοπρεπῶς. Κἀκεῖνό τε καὶ τοῦτο ἐργάζεται, εἰς εὐθεῖαν καλῶν ὁδὸν τοὺς πεπλανημένους, καὶ δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Ὤνησαν δὲ παντελῶς ὀλίγα τοὺς ἐξ αἵματος Ἰσραὴλ, πολὺ βλέποντας εἰς τὸ ἀπειθές· ὥστε καίτοι δέον