προδεδήλωται, οὕτω καὶ πατὴρ μὲν ἀνδρῶνκαὶ θεῶν κατά τι μέρος, ὅτι μηδὲ σεμνὸν ἦν πατέρα τινῶν ἑτέρων αὐτὸν προσρηθῆναι, εἰς τὸ καθόλου δὲ ὁ πάντων ἐπιτελεστὴς κατὰ τὸ «σέο δ' ἐκ τάδε πάνταπέλονται». (ῃ. 75-9) Ὅτι ἐν μὲν τῇ αʹ ῥαψῳδίᾳ τὴν Ἀθηνᾶν εἶπε κατελθεῖν οὐκ ἐνσώματον. διὸ οὐδὲ ἔβλεπέ τις αὐτὴν ἀλλ' ἢ μόνος Ἀχιλλεύς.ἐνταῦθα δὲ ἀστέρι εἰκασθεῖσα εἰς τὸ μέσον κατέθορεν, ἤτοι εἰς τὸ μεταίχμιον.φησὶ γάρ· «οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς», ἤγουν ὁ Ζεὺς ἀὴρ ἔπεμψεν, «ἢναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν, λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρεςἵενται, τῷ», ἤγουν τούτῳ, «εἰκυῖα ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ' ἔθορ'ἐς μέσον, θάμβος δ' ἔχεν εἰσορόωντας», Τρῶάς τε καὶ Ἀχαιούς, ὃ δὴ πάσχεινἔθος τοὺς ὁρῶντας τέρατα. οἰκείως δὲ ἡ φωσφόρος Ἀθηνᾶ τοιούτῳ εἴκασται[παραβολικῶς· εἰ γὰρ καὶ μὴ πρόκειται παραβολικόν τι ἐπίρρημα, οἷον τὸ ˉὡˉςἢ τὸ ἠΰ, ἠΰτε, ἤ τι τοιοῦτον, ἀλλ' ἡ κατὰ τὸν εἰρημένον ἀστέρα ἔννοια παραβολικήἐστιν ἄλλως, ὡς δηλοῖ καὶ τὸ «τῷ εἰκυῖα ἤϊξεν», ἤγουν ὁμοιουμένη λόγῳπαραβολῆς. διὸ καὶ εἶχεν εἰπεῖν ὡς ἐν παραβολῇ· ὡς δ' ὅτε ἀστὴρ πίπτειἄνωθεν τοιόσδε, ὧς ἤϊξεν Ἀθηνᾶ ἐπὶ χθόνα.] (ῃ. 75) Ἀστέρα δὲ νῦν οὐ τὸν κυρίως λέγει, ἀλλά τι ἀστεροειδές, οἷον κομήτην ἢ σκηπτοῦ τι εἶδος ἢ ὁποῖοι οἱδιᾴττοντες, ὧν ἡ γένεσις ἀέρος στροφή. διὸ καὶ ἀνέμους ὡς ἐπὶ πολὺ δηλοῦσιδιὰ ἀέρος τροπάς. τὸ δὲ τοιοῦτον ἀστεροειδὲς ἐκ παρατηρήσεως τερασκόπωντέρας λέγει εἶναι ἢ ναύταις, εἰ ἐν θαλάσσῃ δηλαδὴ πέσῃ ἢ στρατῷ, ἐὰν εἰςστρατόπεδον κατενεχθῇ, ὡς καὶ νῦν ἐγένετο. σπινθῆρες δὲ αὐτοῦ πολλοὶ ἵενται,πρὶν κάτω ἐλθόντα ὁμιλῆσαι ἀέρι ψυχρῷ. τότε γὰρ σβέννυται. (ῃ. 81-4)Ἰστέον δέ, ὅτι οἱ θεαταὶ ἀμφιβάλλοντες, ὡς εἰκός, ἐπὶ τῷ φανέντι τέρατι,διὰ μὲν τὸ πυρόεν τοῦ δῆθεν ἀστέρος μάχην καυστειρὰν ὑφορῶνται, ὅτι δὲἔσβεσται, φιλότητα καραδοκοῦσι καὶ παῦσιν πολέμου. Φησὶ γάρ· «ὧδε δέ τιςεἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὃ δὴ σχῆμά ἐστιν Ὁμηρικὸν ἐν ταῖς καθ' ὅμιλονἠθοποιΐαις. «ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότηταμετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται;» 1.705 ἤγουν ὃς λόγῳ εἱμαρμένης διοικονομεῖται τὰ κατὰ μάχην. Σημείωσαι δὲ τὸταμίης ὡς χρήσιμον εἰς τοὺς ἐν τῷ τέλει τῆς Ἰλιάδος πίθους, οἳ κατάκεινται ἐν ∆ιὸς οὔδει. ἔστι γὰρ νοῆσαι, ὡς ἐν τοῖς τοιούτοις πίθοις καὶ τὰ ἐκ πολέμουἀγαθὰ καὶ κακὰ ταμιεύονται. Ἰωνικὸν δὲ τὸ ταμίης, καθὰ καὶ τὸ κυματίης ποταμός. (ῃ. 75) Ἰστέον δὲ καὶ νῦν, ὅτι ἀστὴρ μὲν ἕν τί ἐστι σῶμα, ἄστρον δὲζῴδιόν τι ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς μυριαχοῦ φαίνεται, ἵνα ᾖ, καθὰκαὶ προδεδήλωται, ὡς περιεκτικόν τι καὶ τὸ ἄστρον, καθὰ καὶ ὁ παρ' Ὁμήρῳἀσφοδελὸς λειμών, ὁ τῶν καθέκαστα ἀσφοδέλων περιεκτικός. διὸ καὶ Εὐριπίδηςτὸν ἥλιον τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ἔφη ὁδόν, τὴν διὰ τῶν ζῳδίων οὕτωκίνησιν φράζων, ὧν ἕκαστον ἐκ διαφόρων ἀστέρων καὶ ἀστρίων διεζωγράφηται.[(ῃ. 79) Ὅρα δέ, ὅτι, ὡς καὶ ἐν ἄλλοις, οὕτω κἀνταῦθα μέσον τὸ μεταίχμιον εἴρηκε, καὶ ὅτι θάμβος ἡ διὰ θέας ἐμβιβαζομένη ἔκπληξις εἰς ψυχήν. διὸ καὶ ἔφη·»θάμβος δ' ἔχεν εἰσορόωντας». τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ θαμβεῖν.](ῃ. 86 σς.) Ὅτι Ἀντηνορίδῃ Λαοδόκῳ ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα, κρατερῷαἰχμητῇ ἀνδρί, ὡμίλησε τῷ Πανδάρῳ. καὶ ἔοικεν οὗτος ὁ Λαοδόκος ἀναπεῖσαινῦν τὸν Πάνδαρον ὀϊστεῦσαι κατὰ τοῦ Μενελάου ἐπὶ συγχύσει τῶν ὅρκων. καὶκαινὸν οὐδέν, εἰ παῖς πατρὸς ἀγαθοῦ νόμους ἐνταῦθα παρέβη ξενίας. «παῦροιγὰρ παῖδες ἐοίκασι πατράσιν, οἱ πλείονες κακίους» φησὶν Ἡσίοδος. ὅτι δὲἀγαθὸς ὁ τοῦ Λαοδόκου πατὴρ Ἀντήνωρ καὶ ὅτι προεξένησεν Ὀδυσσέως καὶΜενελάου, ἐν τῇ γʹ ῥαψῳδίᾳ γέγραπται. (ῃ. 87) Ἰστέον δὲ καί, ὅτι ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς ὁ Λαοδόκος ἔοικεν ὀνομασθῆναι. λαοδόχος γὰρ ἐκεῖνος ἦντῇ ἐνεργείᾳ, ὡς πρόξενος. Σημείωσαι δέ,