430
Λίπικος ὄρος προσαγορευόμενον. συνέβη δὲ ἔν τε δυσχωρίαις τοὺς Πέρσας ἐστρατοπεδεῦσθαι καὶ μηδὲν εἰδέναι περὶ βασιλέως, ὡς ἐγγὺς εἴη συμπλέκεσθαι βουλόμενος. βασιλεῖ δὲ οὐκ ἐδόκει δεῖν ἐν δυσχωρίαις καὶ τάφροις καὶ φάραγξι διατετμημένοις χωρίοις τοξόταις καὶ εὐσταλέσι καὶ κούφοις καταφράκτους ἄγων συμπλέκεσθαι πρὸς μάχην. πρὸς γὰρ τῷ πολλαπλασίους εἶναι καὶ ἡ δυσχωρία οὐκ ὀλίγα συμβαλεῖται πρὸς τὴν νίκην. δι' ἃ ἐκέλευε τὴν στρατιὰν καταζευγνύειν ἐν τόποις μάλιστα συνηρεφέσι καὶ δυναμένοις ἀποκρύπτειν, πολλὴν πρόνοιαν ποιουμένους, μὴ κατάδηλοι γενέσθαι τοῖς βαρβάροις. καὶ διήγαγον οὕτω τὸ λεῖπον τῆς ἡμέρας, τοῖς βαρβάροις ἀντιστρατοπεδευομένοις ἀγνοούμενοι. δύνοντος δὲ ἡλίου ἤδη, οἵ τε βάρβαροι ἐκ τοῦ στρατοπέδου ἄραντες, ἐβάδιζον, ᾗ αὐτοῖς ἐδόκει, ἐπὶ τῷ ληΐσασθαι. καὶ ὁ βασιλεὺς τὴν στρατιὰν ἔχων, ᾔει σχολῇ κατόπιν διὰ πάσης τῆς νυκτὸς, πᾶσαν πρόνοιαν ποιούμενος ἀγνοηθῆναι. τῇ ἐπιούσῃ δὲ ἐν Μεσήνῃ τῇ πόλει συνηνέχθη τὰ στρατόπεδα ἀμφότερα· καὶ γενομένης συμβολῆς, ἐνίκων οἱ Ῥωμαῖοι κατὰ κράτος. καὶ τοὺς πλεί 3.65 στους μὲν ἔκτειναν τῶν βαρβάρων, εἷλον δὲ καὶ ζῶντας πολλούς. ἔπεσε δὲ καὶ ὁ ἕτερος τῶν στρατηγῶν κατὰ τὴν μάχην, Καραμαχούμετ προσαγορευόμενος. ὁ δὲ λοιπὸς, Μαρατουμάνος, ὀλίγους τῶν ἐν τῷ αὐτίκα τὸ ἀποθανεῖν διαφυγόντων ἔχων, τῶν ἵππων ἀποβάντες λόφῳ προσεχώρησάν τινι καὶ καταστάντες ἠμύνοντο βάλλοντες συχνοῖς τοῖς βέλεσιν ἀπὸ τοῦ λόφου τοὺς Ῥωμαίους, καὶ πολλοὺς ἐτίτρωσκον στρατιώτας τε καὶ ἵππους. κελεύσας δὲ ὁ βασιλεὺς ἀποσχέσθαι μάχης τὸ στρατόπεδον, ἐγγὺς γενόμενος αὐτὸς, ἐκέλευε τοῖς Πέρσαις προσχωρεῖν αὐτῷ, μηδὲν ὑποπτεύοντας δεινόν. ἦν γὰρ αὐτοῖς οὐκ ἄγνωστος, πολλάκις συστρατεύσασι κατὰ τὸν τοῦ ἐμφυλίου πολέμου χρόνον. οἱ δ' ἔφασαν γνώμης μὲν οὕτως ἔχειν, ὡς ἐν τοῖς ὅπλοις ἀποθνήσκειν ἀμυνόμενοι καὶ μὴ καταπροΐεσθαι τὰς τοῦ σώζεσθαι ἐλπίδας· μὴ δ' ἀλλάττεσθαι δουλείαν αἰσχρὰν καὶ ἀγεννῆ ἀντὶ τοῦ μαχομένους γενναίως ἀποθνήσκειν. αὐτοῦ δὲ καλοῦντος καὶ κελεύοντος θαῤῥεῖν, ὡς οὐδὲν ὑπομενοῦντας ἀγεννὲς, προθύμως ἐγχειρίσειν σφᾶς, καὶ προσῄεσαν αὐτίκα, καὶ περιιστάμενοι προσεκύνουν καὶ ἠσπάζοντο τοὺς πόδας, μόνον ἔχοντες ἐν μέσοις. διαλεγομένου δὲ ἐκείνου τοῖς Πέρσαις καὶ τὴν ἀγνωμοσύνην ὀνειδίζοντος, ὅτι τῶν φίλων ὄντες στρατεύσειαν ἐπὶ τὴν ἐκείνου, Νικηφόρος δεσπότης, ὁ βασιλέως γαμβρὸς, μετά τινων ἑτέρων νέων ἐξ εὐπατριδῶν, ἀταξίᾳ χρησάμενοι καὶ ἀβουλίᾳ, ἐν χρῷ κινδύνου κατέστησαν τὸν βασιλέα. ἀθρόον γὰρ τοῖς περιεστηκόσι 3.66 Πέρσαις ἐπιδραμόντες, ἔκτεινον. ἐκεῖνοι δὲ γυμνώσαντες τὰ ξίφη, ῥᾳδίως μὲν ἂν, εἰ ἐβούλοντο, ἀπέκτενον βασιλέα ἐν μέσοις περιειλημμένον· νομίσαντες δὲ, ὅπερ ἦν, οὐ κατὰ τὴν ἐκείνου γνώμην, ἀλλ' ἀταξίᾳ τῶν στρατιωτῶν γεγενῆσθαι τὴν ἐπιβουλὴν, ἠγνωμόνησαν οὐδέν. βασιλεὺς δὲ ἐπεὶ ἑώρα κτεινομένους, ἐκέλευεν αὖθις εἰς τὸν λόφον ἀνατρέχειν Περσιστὶ καὶ σώζεσθαι· ἄπειρος γὰρ οὐ παντάπασιν ἦν τῆς ἐκείνων διαλέκτου. καὶ ἀνελθόντες αὖθις καθίσταντο εἰς μάχην, ἐννέα κατὰ τὴν ἔφοδον πεσόντων καὶ τοῦ στρατηγοῦ. βασιλεὺς δὲ πρὸς ὀργὴν τόν τε γαμβρὸν καὶ τοὺς στρατιώτας ἀφίστη τῶν Περσῶν, καὶ δίκας τῆς ἀταξίας ἐπετίθει· τοῖς περιλειφθεῖσι Πέρσαις δὲ κατὰ τὸν λόφον παρασχόμενος δωρεὰς, ἐλευθέρους ἀπέπεμπεν εἰς τὴν οἰκείαν, οὐχ ἑαυτοῦ νομίσας εἶναι μὴ διασώζειν τοὺς ἀπολυπραγμόνως πιστεύσαντας ἐκείνῳ τὴν σφετέραν σωτηρίαν. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Ματθαῖος ὁ υἱὸς, τῶν κατὰ τὴν Χαλκιδικὴν πόλεων ἔχων τὴν ἀρχὴν, ἑτέραν ἐνίκα στρατιὰν Περσῶν πεζήν. ἣν ναυσὶ περαιωθεῖσαν καὶ τὰ ἐκείνῃ χωρία ληϊζομένην ἐνίκησε συμβαλὼν, οὖσαν οὐκ ὀλίγην· καὶ τοὺς μὲν ἀπέκτεινε κατὰ τὴν μάχην, τοὺς δὲ εἷλε ζῶντας, οὐδενὸς ἀπολειφθέντος. συνηνέχθη δὲ κἀκεῖνον ἐν χρῷ κινδύνου κατὰ τὴν μάχην ἐκείνην γεγονέναι. ἀκρατῶς γὰρ ἐπελαύνων τοῖς πολεμίοις ὑπὸ προθυμίας καὶ κτείνων ἐν ταῖς διεξόδοις καὶ ἀναστροφαῖς, τοῦ ἵππου συμποδισθέντος, ἀπεῤῥύη. περιστάντων