430
ἐφεστώσης ἀρίστου, καὶ ὀλίγων συνεφεπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ων οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ιππων ἀποβάντων μήτε τι ετερον ποιούντων α πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, ηρετο τοὺς παρόντας ἐκεῖνος "τί ουτοι βούλονται;" οἱ δέ "παῦσαί σε τῆς ἀρχῆς" ἀπεκρίθησαν. καὶ ος αὐτίκα τῷ ιππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ καν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ιππου, εἰ μὴ υδατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ιππος ἀποδεδειλιακὼς εστη, καὶ ουτω κατέλαβον οἱ διώκοντες. καί τις κατ' αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ιππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αιματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ην δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. ουτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ η προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο. Οἱ μὲν ουν ουτως ἱστόρησαν ἀναιρεθῆναι τὸν Γαλιῆνον, οἱ δὲ παρὰ ̔Ηρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ηκοντός τε ἐπὶ ̓Ιταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ' ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ ἐν τῇ σκηνῇ καθεύδοντι ὁ ̔Ηρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω3.149 τάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος ηδη επεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνίδιον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμίγυμνος ῃτει τὰ οπλα. καὶ ὁ ̔Ηρακλειανὸς πλήττει τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν. ̓Εν τοῖς τούτου χρόνοις Ξύστος ὁ τῆς ̔Ρωμαίων ἐκκλησίας προστὰς ἐπ' ετη ενδεκα τελευτᾷ, καὶ ∆ιονύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν ̓Αντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην ∆ημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ος ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ' ου σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ῃ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος ̓Αθηνόδωρος, ηλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ' ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ εντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα εθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οις αν οἱ κατὰ τὴν ̔Ρώμην καὶ τὴν ̓Ιταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη ∆όμνος. Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ οπλα καταθέμενος αὐτῷ ὑπετάγη· ος αυθις τυραννῆσαι ἐπιχειρῶν ὑπὸ τῶν στρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. 3.150 νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· οθεν καὶ οἱ ετι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν ουν γυνή τις, ης χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα "Κλαύδιος ὁ ιππαρχος ἠδίκησέ με." ὁ δέ "οπερ ὁ Κλαύδιος ἰδιώτης ων ἀφείλετο" ειπεν "ἡνίκα μή τι αὐτῷ τῶν νόμων εμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν." ̓Εν ̔Ρώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ετι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς ̓Ασίαν τε καὶ Εὐρώπην καὶ ληιζομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος εφη ὡς "ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι." Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· η πάλαι μὲν ̓Ημαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ' ἐκείνης μὲν τῆς πόλεως