Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἁρπάσαι τὴν προαγόρευσιν, καὶ γνῶσιν συλλέξαι ζωοποιὸν, καὶ ταῖς ἑαυτῶν ἐναποθέσθαι καρδίαις, ἐκ τῶν ἐναντίων ἐπιπηδᾷν τοῖς μυσταγωγοῖς, ἐπιφύεσθαί τε καὶ μάλα πικρῶς λέγοντας· "6Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν."6 Καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας, ὡς ἐξ ἀμετρήτου τῆς Ἰουδαίων ὠμότητος κατενηνεγμένος εἰς ἀκηδίαν, οὕτω πού φησιν· "6Οἴμοι ἐγὼ, μῆτερ! ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με."6 Συλ- λήβδην δὲ, ἅπας ὁ τῶν ἁγίων χορὸς, ὡς περί γε τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιούμενοι, φασίν· "6Ἰατρεύ-σαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπω- μεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐ- τοῦ· ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρῖμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων."6 Βαβυλῶνα γὰρ τὴν Ἱερου- σαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἐξιτηλίας, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές. Τοῦτον ἔχει τὸν νοῦν καὶ τῶν προκειμένων στίχων ἡ δύναμις. Αἰτιᾶται γὰρ ὡς ὁλοτρόπως ἐκκεκλικότα πρὸς ἀπείθειαν τὸν Ἰσραὴλ, καί φησι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἡμεῖς μὲν γὰρ, ὦ ∆έσποτα, φησὶ, μεμυσταγωγήμεθα παρὰ σοῦ τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον, καὶ ταύτην ἐσχήκαμεν τὴν ἀκοήν· ἀλλ' οὐδεὶς πεπίστευκε, καὶ οὐδενὶ γέγονεν ἐμφανὴς ὁ σὸς βραχίων τοῦ πάν- των Κυρίου καὶ Θεοῦ· Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, καθὰ δέδεικται πλεισταχοῦ. Ἀλλ' οἷον ἀνθιστα-μένου τινὸς καὶ λέγοντος· Ὑμεῖς μὲν, ὦ προφῆται, τὴν διὰ τοῦ Πνεύματος ἀκοὴν κατεσχήκατε, καὶ τὴν τοῦ μυστηρίου γνῶσιν κατεπλουτήσατε· ἆρ' οὖν ἐκη- ρύξατε τοῖς ἄλλοις τὸ μυστήριον; Ναὶ, φασὶν, ἀπηγ- 70.1169 γείλαμεν, καὶ μονονουχὶ διεμαρτυράμεθα λέγοντες, ὅτι Ἐσόμεθα ἐναντίον αὐτοῦ ὡς πεδίον, τουτέστιν, ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς δηλονότι θείοις τε καὶ ἀποῤῥήτοις λόγοις τοῦ Μονογενοῦς, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Πάλαι μὲν γὰρ ἡ σύμπασα γῆ, ξηρά τις ὥσπερ καὶ ἄκαρπος ἦν, καὶ οἷον διψῶσα γῆ, καὶ καρποὺς ἡμέρους [οὐκ] ἔχουσα. Ἐπειδὴ δὲ τὸν παρὰ Χριστοῦ πεπλού- τηκεν ὑετὸν, πνευματικὸν δηλονότι, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος χορηγίαν, ἀνεθάλ[λ]ομεν ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη τε καλὴ καὶ εὐανθής. Καὶ γοῦν ἔφη τις πρὸς ἡμᾶς τῶν ἁγίων προφητῶν· "6Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ."6 Θε- λητὴν δὲ λέγει τὴν εὔκαρπον καὶ γονιμωτάτην· ἀσπαστὴ γὰρ αὕτη γηπόνοις. Ὅτι δὲ ἡ ἀκανθοτόκος ποτὲ ξηρά τε καὶ ἄνυδρος γῆ μεταπεφοίτηκεν εἰς γονιμωτάτην, καὶ εἰς τὸ δύνασθαι πλουτεῖν εὐκαρ- πίαις ταῖς πνευματικαῖς, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἡσαΐου· "6Καὶ ἔσται, ἀντὶ τῆς στοι-βῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη."6 Εἴδη μὲν γὰρ ἀκανθῶν, στοιβή τε καὶ κόνυζα, τρέφει δὲ αὐτὰ ἀεί πως ἡ χέρσος τε καὶ ἄνυδρος γῆ· μυρσίνη δὲ καὶ κυπάρισσος διαπρέπουσιν ἐν κήποις. Ἐξῃρημένης τοίνυν ἀκάνθης, φησὶν, ἀνα- βλαστήσει λοιπὸν τὰ εὐοσμότατα τῶν φυτῶν, ὅταν ἡ διψὰς [αλ. διψῶσα] ἔνυδρος γένηται, Θεοῦ λέγοντος, ὅτι Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύ- κην. Οὐκοῦν ἀνηγγείλαμεν, ὅτι πιστεύσαντες εἰς αὐτὸν τὸν Χριστὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τουτέστιν, ἐφορώμενοι παρ' αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα, τουτ- έστιν ὡς βοτάνη ἐν γῇ ποτε διψώσῃ, ἐνύδρῳ γε μὴν παρ' αὐτοῦ γενομένῃ. 9Οὐκ ἔστιν εἶδος αὐτῷ, οὔτε δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτῷ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους.9 Τί δὴ ἄρα φησὶν ὁ προφήτης ἐν τούτοις, ἢ ποῖον ἄν τις τοῖς εἰρημένοις ἐφαρμόσαι νοῦν,