431
δὲ τῶν βαρ 3.67 βάρων, ἠμύνετο πεζὸς, καὶ τοῦ πρώτως ἐγγὺς γεγενημένου τὴν κεφαλὴν ἀπέτεμε τῷ ξίφει ἐπιπλήξας. οἱ δὲ ἄλλοι δείσαντες ὑπεχώρουν, καὶ τῶν οἰκείων στρατιωτῶν ἵππον ἕτερον προσαγαγόντων, ἀπαθής τε ἐπέβη καὶ τὴν νίκην καθαρὰν προσεξειργάσατο. αὐτίκα τε ἔπεμπε πρὸς βασιλέα τὸν πατέρα τοὺς τὴν νίκην ἀπαγγελοῦντας. τὰ ἴσα δὲ καὶ βασιλεὺς ἐποίει πρὸς τὸν υἱόν. καὶ συνέβαινε τοὺς ἀγγέλους τῶν τροπαίων κατὰ μέσην τὴν ὁδὸν ἀλλήλοις ὑπαντᾷν. βασιλεὺς δὲ μετὰ τὴν νίκην ἐκ Μεσήνης εἰς ∆ιδυμότειχον ἐλθὼν, ἐνόσησε τοὺς νεφροὺς ἐφ' ὁλόκληρον ἐνιαυτὸν, καίτοι παρὰ πάντα τὸν βίον ἄχρι τότε μηδέποτε μηδὲν χρόνιον νοσήσας, ἀλλὰ κατὰ περίοδον ὀγδόου ἢ ἑβδόμου ἐνιαυτοῦ ὑπὸ τριταίου πυρετοῦ ὀχλούμενος, ἄχρι τρίτης περιόδου αὐτίκα ἀπηλλάττετο. τότε δὲ καὶ πρὸ τῆς μάχης τῶν νεφρῶν αὐτῷ ὀδυνωμένων, μετὰ τὴν μάχην εὐθὺς ἐπέκειτο λαμπρῶς τὸ νόσημα. ἐδόκει δὲ καὶ αὐτὸς αἰτίαν παρασχεῖν πρὸς τὸ ἄλγημα οὐ τὴν τυχοῦσαν. κατὰ γὰρ τὴν μάχην πολλῷ περιῤῥεόμενος ἱδρῶτι ἐκ τοῦ κατὰ τὸν ἀγῶνα μόχθου, ἄλλως θ' ὅτι καὶ πνῖγος ἦν ἐν θέρους ὥρᾳ, τὰ ὅπλα ἀποθέμενος, ἀνέμοις ἐνετύγχανεν εὐκράτοις καὶ πλέον ἢ προσῆκε ψύχουσιν, ἐξ ὧν ὑπωπτεύετο τὸ νόσημα ἐπιπλέον τὴν αἰτίαν σχεῖν. ἐνόσει μὲν οὖν ὁ βασιλεὺς καὶ ἰατρῶν ἐξήρκει τέχνη οὐδεμία, καίτοι γε τῶν μάλιστα εὐδοκιμεῖν δοκούντων ἰατρῶν ἐκεῖ παρόντων, ἄχρις ἐφ' ἑτέραν ἐνιαυτοῦ περιτροπὴν ἐλύθη αὐτομάτως, τὴν αἰτίαν συνιδεῖν τῶν ἰατρῶν μὴ δυνηθέντων, ἐξ 3.68 ἧς ἐγένετο ἢ ἐλύθη. ἐτρέφετο δὲ συνήθως, μηδὲν παραβλαπτόμενος ὑπὸ τῆς ἀλγηδόνος τῶν νεφρῶν, καὶ ἐπέβαινεν οὐκ ὀλιγάκις ἵππου, πρὸς τὴν ἐπὶ κλίνης ἀχθόμενος διατριβὴν, δυσχερῶς δὲ καὶ οὐκ ἄνευ ἀλγηδόνων. ιαʹ. Ἐν ὅσῳ δὲ ἐκεῖνος ἐνόσει ἐν ∆ιδυμοτείχῳ, ὁ παρὰ τῶν ἐν Γαλατᾷ Λατίνων πόλεμος ἀνήπτετο, ἔσχε δὲ τὴν ἀρχὴν ἐξ αἰτίας τοιαύτης. τοῦτο τὸ γένος ἀεὶ μὲν ἐπίβουλον καὶ πολέμιον Ῥωμαίοις καὶ πρὸς ἐπιορκίας ἑτοιμότατον, ἂν συνορῴη δυνατὴν τὴν ἐπιχείρησίν τινος· καὶ βασιλέως γὰρ τοῦ νέου Ἀνδρονίκου περιόντος, Φώκαιαν κατέσχον ἐπιορκήσαντες καὶ Μιτυλήνην, εἰ καὶ μηδὲν ἠδυνήθησαν ἀπόνασθαι τῆς πονηρίας, καλῶς καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς αἰσχύνης ἐξελαθέντες, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, καθ' ὃν ὁ συγγενικὸς πόλεμος χρόνον Ῥωμαίοις ἦν, Χίῳ ἐπιθέμενοι, ἐκράτησαν ἀμελήσαντες τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς Ἄνναν τὴν βασιλίδα· ὕστερον δὲ, ἐπεὶ ἡ εἰρήνη ἦν καὶ βασιλεὺς ὁ Καντακουζηνὸς ἐκράτει τῶν πραγμάτων, ἐδέοντο προσελθόντες παραχωρῆσαί σφισι τοῦ ὑπὲρ τὸ φρούριον χωρίου, πρόφασιν μὲν ὡς μείζω τοῦ φρουρίου τὸν περίβολον ποιήσοντες, τοῦ ὄντος πρὸς οἴκησιν οὐκ ἐξαρκοῦντος, τῇ δ' ἀληθείᾳ τὸ χωρίον βουλόμενοι τειχίσματι διαλαβεῖν, ἵνα μὴ ῥᾴδιοι πολιορκεῖσθαι εἶεν· ἄναντες γὰρ ὂν καὶ οἷον ἐπικρεμάμενόν σφισι κατὰ κεφαλῆς, οὐ μικρὰν πα 3.69 ρεῖχε βλάβην, εἴποτε συμβαίη πρὸς πόλεμον Ῥωμαίοις καταστῆναι. ἐνενόουν γὰρ οὐδὲν μικρὸν, ἀλλὰ θαλασσοκρατεῖν ἐβούλοντο καὶ Ῥωμαίους ἀπείργειν πλεῖν, ὥς σφισι προσηκούσης τῆς θαλάσσης, ἑώρων γὰρ Ῥωμαίους τότε μᾶλλον τῶν ἄλλων χρόνων προσχόντας τῇ θαλάσσῃ καὶ ὁλκάδας καὶ ναῦς ἑτέρας φορτηγοὺς οὐκ ὀλίγας κτησαμένους, πολλὴν πρόνοιαν Καντακουζηνοῦ τοῦ βασιλέως ποιησαμένου περὶ τοῦτο, ἃ ὑπενόουν βασιλέα οὐκ ἀνέξεσθαι. διὸ καὶ πρότερον ἢ ἐκφαίνειν, ἃ διενοοῦντο, τοὺς ὑπόπτους ἐβούλοντο προκαταλαμβάνειν τόπους, ἐξ ὧν ᾤοντο βλαφθήσεσθαι. βασιλεὺς δὲ αὐτῶν τὴν ἐπίνοιαν οὐκ ἀγνοῶν, ναῦς τε παρεσκευάζετο, ὡς, εἰ δέοι πολεμεῖν, ἑτοίμους εἶναι, καὶ τοῦ χωρίου τὴν παράληψιν αὐτοῖς ἀπηγόρευε παντάπασιν. ᾔδει γὰρ αὐτοὺς φόβῳ μᾶλλον, ἢ εὐγνωμοσύνῃ καὶ εὐορκίᾳ ἀποσχησομένους τῶν ἀτόπων βουλευμάτων. διὸ καὶ ὑπὸ τῶν ἄλλων Λατίνων ὄνοις παρεικάζεται τὸ γένος τοῦτο. ἐκεῖνός τε γὰρ, ἂν ὁ ἐλαύνων μὴ δύνηται βαρείας πληγὰς ἐντείνειν, οὐκ ὀρθοποδεῖ πρὸς τὴν ὁδὸν, ἀλλὰ παραφέρεται παρατρεπόμενος καὶ τῆς ὁδοιπορίας ἀμελῶν διὰ τὴν ἀδυναμίαν τοῦ ἐλαύνοντος· καὶ