431
ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς ̓Αθήναις ειλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εις δέ τις τῶν συνετῶν παρ' αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἱ Ελληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ερ3.151 γων καὶ ουτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ ̓Αθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης ἐπῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμαχίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν αξιον τῆς βασιλείας ειπε τυγχάνειν. εἰσὶ δ' οι λέγουσιν οτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ενιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν ̔Ρώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ων ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχείρισιν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αιματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ωσπερ τὴν βασιλείαν. ἀλλ' οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ' ενα αρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἱ δὲ ἐπὶ δύο, ων ἐστι καὶ Εὐσέβιος. Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ην 3.152 Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ. Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς ̔Ρωμαίων ηρετο τοὺς ἐν τέλει οπως βασιλεύειν χρεών. ων εις ειπεν αὐτῷ ὡς "ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον." ος πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ' οὐ πολὺ τοῦ σιδήρου πειραθείς. Ουτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ ηδη καὶ διατάγματα συνεγράφετο. ἀλλ' ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων ̓Ιησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν. ̓Αλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ' ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώτατος γὰρ ων πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ' αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ην ενιοι μὲν εἰς ̔Ρώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἑνί, οἱ δὲ καθ' ὁδὸν 3.153 θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν ̔Ρωμαίων συζεῦξαι. Ουτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ετεσι παρά τινων τυραννούντων κατεχομένας τῇ ̔Ρωμαίων ἡγεμονίᾳ αυθις ἐπανεσώσατο, καὶ αρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ ̔Ρώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν εθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν ̔Ηράκλειαν. Ερως γάρ τις καλούμενος καὶ τῶν εξωθεν φερομένων ἀποκρίσεων ων μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ην