432
οὗτοι, ἂν μὴ τὸν τοῦ κακῶς παθεῖν φόβον ἔχωσιν ἐπηρτημένον, ἐξ οὐδεμιᾶς αἰτίας ἄλλης τὰ δέοντά ποτε βουλήσονται ποιεῖν. βασιλεὺς μὲν οὖν αὐτῶν εἰδὼς τὴν μοχθηρίαν, οὐ παρεχώρει τοῦ χωρίου. ἐκεῖνοι δὲ τάς τε τριήρεις ὁρῶντες κατασκευαζομένας, ἀχθόμενοί τε ὁμοίως πρός τε τὴν ἀπο 3.70 τυχίαν τοῦ χωρίου καὶ πρὸς τὸ πλῆθος τῶν φορτίδων, ἃς ἐκτήσαντο Ῥωμαῖοι ναῦς, ἐσκέψαντο πόλεμον κινεῖν, ἵν' ὁμοῦ τε εἴργωσι Ῥωμαίους τῆς θαλάττης, καὶ τὸ χωρίον, εἰ δύναιντο, τειχίζωσι, βασιλέως ἄκοντος. καὶ συνέλεγον λίθους λογάδην ἐφ' ἑτέραις δή τισι προφάσεσι, καὶ τὴν ἄλλην ὕλην συνεπόριζον ἐν ἀποῤῥήτῳ. ἐπεὶ δὲ βασιλεὺς νοσεῖν ἐν ∆ιδυμοτείχῳ ἔγνωσται, καιρὸν εἶναι οἰηθέντες ἐπιτηδειότατον αὐτοῖς πρὸς ἐπιχείρησιν, ἀθρόον ἐπιτίθενται νυκτὸς τοῖς κατὰ τὴν περαίαν οἰκοῦσι Ῥωμαίοις πρῶτον, καὶ τὰς οἰκίας ἁπάσας ἐνέπρησαν πυρί. εἰς τὴν ὑστεραίαν δὲ τὰς σφῶν τριήρεις ἐφοπλίσαντες, οὔσας παρεσκευασμένας, καὶ ἀκάτια καὶ λέμβους, ὅσα ἦν, τὰς ἔξω τειχῶν παρὰ τὴν θάλασσαν Βυζαντίου οἰκίας ἐνεπίμπρων καὶ ὁλκάδας τὰς μὲν ἐλάμβανον, τὰς δὲ ἐνεπίμπρων· κατέκαυσαν δὲ καὶ τὰς κατασκευαζομένας ἁπάσας τριήρεις πλὴν τριῶν, ἃς, ἐπεὶ τὸ κακὸν πάντα ἐπενέμετο, ἄραντες ἐξ οὗ κατεσκευάζοντο τόπου τοῦ Κοσμιδίου προσαγορευομένου, τοῦ βασιλέως υἱοῦ κελεύσαντος, διὰ τοῦ κατὰ τὴν καλουμένην Πίσσαν διιόντος ποταμοῦ διαγαγόντες, ἀνείλκυσάν τε πρὸς τὴν χέρσον, καὶ φρουρὰν ἑκατέρωθεν ἐπιστήσαντες, ἐφύλαττον. οὕτω μὲν οἱ Λατῖνοι τὸν πόλεμον κατὰ Ῥωμαίων φανερῶς ἐξήνεγκαν, καὶ ἐξ ἐκείνου ἤδη τῆς θαλάσσης ἄρχοντες, πάντα ἄνω καὶ κάτω τὰ παράλια παραπλέοντες, ἐκάκουν καὶ πυρὶ τὰ πάντα ἐπενέμοντο, πανδημεί τε ἐξελθόντες, πρῶτα μὲν ἐτείχιζον τὸν λόφον, 3.71 πύργον ἐγείροντες πρὸς τῇ ἀκρολοφίᾳ, καὶ πᾶσαν ἐπεδείκνυντο σπουδὴν, καὶ ἄνδρες ὁμοίως καὶ γυναῖκες· καὶ οὐδ' οἱ περιφανέστατοι αὐτῶν ἀπηξίουν τὸ τοῖς ἄλλοις συναίρεσθαι πρὸς τὴν οἰκοδομίαν. ἔπειτα καὶ τὸ ἐπίλοιπον τοῦ χωρίου διαλαβόντες διετείχιζον ἄχρις οὗ ἐξήρκεσεν ἡ ὕλη, καὶ εἰς ὕψος τε ἤρετο τὸ τεῖχος ἱκανὸν αὐτοῖς, καὶ ἄλλην πᾶσαν ἐκ κατασκευῆς ἀσφάλειαν ἐπετεχνῶντο. ὅσον δὲ οὐκ ἐξῆν τειχίζειν δι' ὕλης ἀπορίαν, χαρακώμασι μεγάλοις καὶ σταυροῖς περιελάμβανον, καὶ ἐν ὀλίγῳ χρόνῳ τὸ χωρίον ἅπαν εἴχετο. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ παρὰ τῶν ἐν Γαλατᾷ τετολμημένα, ἤλγησε μὲν οὐ μέτρια ἐφ' οἷς τοιαῦτα ἔπασχεν ὑπὸ Λατίνων, τὴν Ῥωμαίων οἰκούντων γῆν καὶ δικαίων ὄντων ἀκριβῶς δουλεύειν. ὅμως ὡς εἶχε, καίτοι πιεζόμενος ὑπὸ τῆς νόσου ἔτι, εἰς Βυζάντιον ἀφῖκτο. αὐτίκα δὲ οἱ ἐν Βυζαντίῳ, μάλιστα οἱ περὶ ἐμπορίας ἠσχολημένοι καὶ οἱ ἐν ἐργαστηρίοις διατρίβοντες, ἐν βασιλείοις συνελθόντες, ἐδέοντο βασιλέως, μὴ σφᾶς περιιδεῖν οὕτως ὑπὸ Λατίνων τῶν ἐν Γαλατᾷ περιφρονουμένους καὶ τὰ ἀνήκεστα ὑπομένοντας, ἀλλὰ δίκας τῶν τετολμημένων ἀπαιτῆσαι τριήρεις ἐφοπλίσαντα. αὐτοὺς δὲ ἑτοίμους εἶναι χρήματα παρέχειν πρὸς τὸν πόλεμον, ᾗ ἂν ἕκαστος εὐποροίη. μᾶλλον γὰρ τῶν ἄλλων ἐκείνων ἥψατο ἡ παρὰ Λατίνων φθορὰ γεγενημένη. νῆές τε γὰρ καὶ χρήματα καὶ οἰκίαι αἱ ἐμπρησθεῖσαι, τὰ σύμπαντα σχεδὸν ἐκείνων ἦσαν. βασιλεὺς δὲ πρῶτα μὲν ἐμέμφετο αὐτοῖς, ὡς οὐ χρωμένοις κατὰ καιρὸν τῇ προθυμίᾳ· τότε γὰρ ἔδει παρέχεσθαι τὰ χρήματα 3.72 προθύμως, ὅτε συνεβούλευεν αὐτὸς, καὶ νῦν Λατίνοις οὐδὲν ἂν τοιοῦτον ἐτολμᾶτο. τοῦτο γὰρ ἐκ τῆς πολυπειρίας τῶν πραγμάτων προορώμενον αὐτὸν, καὶ πρὶν γενέσθαι, συμβουλεύειν, ἅπερ ᾤετο μετὰ μικρὸν τὰ μέγιστα λυσιτελήσειν. ὅμως καὶ αὐτὸς, ἐπεὶ ἐδόκει πρὸς τὸν πόλεμον χωρεῖν, χρήματά τε ἐκέλευεν εἰσφέρειν Βυζαντίους, καὶ Κωνσταντῖνον τὸν Ταρχανειώτην ἐφίστη πρὸς τὴν εἴσπραξιν, καὶ αὐτὸς ἐτρέπετο τριήρεις κατασκευάζειν. τῆς θαλάττης δὲ ὑπὸ τῶν Γαλατίων κατεχομένης, ἐπεὶ ἐν ἀπόρῳ ἦν ξύλα ναυπηγήσιμα κομίζειν ἐκ θαλάττης, ζεύγεσι καὶ ἡμιόνοις ἐκ τῶν κατὰ τὸ Σεργέντζιον ὀρῶν ἐκέλευε κομίζειν. καὶ ἤγοντο μοχθηρῶς ἄγαν καὶ δυσέργως· καὶ πρὸς τῷ λεγομένῳ Κοντοσκαλίῳ νεωρίῳ αἱ τριήρεις ἐναυπηγοῦντο.