Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
γὰρ ἐλογίσατο εἶναι τὸν Ἰησοῦν, ἠτιμάσθη δὲ καὶ τὸ πρόσωπον αὐτοῦ, πεμπομένων δηλονότι τῶν πτυσμάτων, καὶ καταπαιόντων αὐτὸν τῶν τοῦ Πιλά- του στρατιωτῶν, καὶ λεγόντων· "6Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε."6 Ἠτιμάσθη δὲ καὶ ἑτέρως, τὰς διὰ μαστίγων αἰκίας ὑπενεγκὼν, καὶ τὰ ἐκ τῶν ὑπηρετῶν ῥαπίσματα. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· "6Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων."6 Οὐκοῦν, ὡς ἔφην, ἐοίκασιν οἱ θεσπέσιοι προφῆται καθ' ὅρασιν δηλονότι τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἰδεῖν τὸν Υἱὸν, ἤτοι τὸ αὐτοῦ πρόσωπον κατηφείας ἀνθρωποπρεποῦς οὐκ ἀπηλλαγμένον, ἅτε δὴ καὶ ἐνεστηκότος τοῦ και- ροῦ, καθ' ὃν ἔδει παθεῖν αὐτὸν, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. 9Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμα- λάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐ- τὸν ταῖς ἁμαρτίαις ἡμῶν.9 Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας ὁ Κύ- ριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τῆς Ἰουδαίων ἠνέσχετο δυσσεβείας, ἵνα, ὡς ἔφην ἀρτίως, ἀφέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐδὲν εἰς τοῦτο κατορθοῦν ἰσχύοντος τοῦ νομικοῦ γράμματος, ἤτοι τῆς κατὰ νόμον λατρείας. Καὶ γὰρ ἦν ἀμήχανον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας. Ἔξω γε μὴν τῆς πύλης ἔπαθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ὑπὲρ πάσης τῆς ὑπ' οὐρανόν. Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι "6Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφεί- σατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται."6 Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· "6Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγρα-πται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην."6 Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας 70.1176 θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ' οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας. Εἶς γὰρ ὁ πάντων ἀνταξιώ- τερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γρά- φων· "6∆ιὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ."6 Καὶ πάλιν· "6Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυ- τοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι."6 Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι "6Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει."6 Ἄθρει δή μοι πάλιν, μεθ' ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος. Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων. Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομί- σαμεν θεήλατον ἐπ' αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ' ἐτραυματίσθη μᾶλλον διὰ τὰς ἁμαρτίας