433
οἱ ἐν Γαλατᾷ δὲ Λατῖνοι ἤλπιζον μὲν αὐτίκα ἐλθόντα βασιλέα τὸν πρὸς αὐτοὺς ἀπογνόντα πόλεμον, πάντων αὐτοῖς παραχωρήσειν, ὧν ἐβούλοντο, καὶ χωρήσειν πρὸς συμβάσεις, ἄρχοντας καταλιπόντα τῆς θαλάσσης. ὡς δ' ἀπήντα κατὰ γνώμην αὐτοῖς οὐδὲν, ἀλλὰ ναῦς ἑώρων ναυπηγούμενον καὶ παρασκευαζόμενον πρὸς μάχην, μεταβαλόντες πρεσβείαν ἐποιοῦντο καὶ περὶ εἰρήνης διελέγοντο. βασιλεὺς δὲ αὐτοῖς τὴν πονηρίαν καὶ τὴν ἀγνωμοσύνην ὀνειδίσας, ὅτι μηδὲν μήτε πρότερον, μήθ' ὕστερον ὑπ' αὐτοῦ ἀδικηθέντες, μηδὲ πρόφασιν πολέμου παρεσχημέ 3.73 νου μηδεμίαν, αὐτοὶ τοσαῦτα ἠγνωμόνησαν καὶ τοσαύτης ἦρ3.73 ξαν ἀδικίας καὶ φθορᾶς. ἔπειτα ἐκέλευε τὸ τειχισθὲν χωρίον καταλείπειν καὶ τὰ τείχη καθαιρεῖν. οὕτω γὰρ ἔσεσθαι σπονδὰς αὐτοῖς καὶ εἰρήνην πρὸς αὐτὸν, συγγνώμην παρασχόμενον, ὧν ἐζημίωσαν κατὰ τὸν πόλεμον. οἱ δὲ οὐδ' ἄκροις κατεδέχοντο ὠσὶν, ἀλλὰ δεῖν ἔφασαν αὐτοῖς τοῦ χωρίου παραχωρεῖν τετειχισμένου, ἢ οὐδενὸς τῶν πρὸς αὐτοὺς ἡκόντων ἀμελήσειν. καὶ ἅμα ἐπετείνετο ὁ πόλεμος, καὶ περιπλέοντες διέφθειρον τοὺς προστυχόντας. ἐπεὶ δὲ τὴν θάλατταν ἄπλωτον ἐποίησαν Ῥωμαίοις, ἐφ' ὁλκάδος μυριοφόρου μηχανὴν ἐπιστήσαντες τειχομαχικὴν, ἀφ' ἧς λίθου βάρος, ὅσον εὔρωστος ἀνὴρ ἂν ἄροιτο, ἠφίετο. εἶτα τριήρει περιέλκοντες τὴν ὁλκάδα, λίθους ἠφίεσαν πανταχοῦ τῆς πόλεως, ἔβλαπτον δὲ οὐδέν. βασιλεὺς δ' ἐπεὶ ἐκ τοῦ αὐτίκα ἀντιτάττεσθαι αὐτοῖς οὐκ εἶχεν ἐκ θαλάττης, τριηρέων ἀπορῶν, στρατιὰν ἐκ τῆς ἠπείρου πέμπων, ἐφόδους ἐκέλευε συχνὰς ποιεῖσθαι, καὶ ἔβλαπτον ὅσα δυνατά. οὐ μὴν οὐδὲ τῆς θαλάττης παντάπασιν ἠμέλει, ἀλλὰ πετροβόλους στήσας μηχανὰς τὸ μέγεθος ὑπερφυεῖς, λίθους ἐκέλευεν ἐκ Βυζαντίου ἀφιέναι πρὸς Γαλατᾶν. διικνοῦντο γὰρ καὶ πολλὰς κατέστρεψαν οἰκίας, μάλιστα τὰς παρὰ θάλασσαν, καὶ ταῖς ὁλκάσι τῶν Λατίνων οὐκ ὀλίγα ἐλυμήναντο οἱ λίθοι. τήν τε τὴν μηχανὴν ἀνέχουσαν ὁλκάδα κατέδυσαν βαλόντες, μόλις τῶν ἐπιβατῶν τὸν κίνδυνον διαφυγόντων. οἱ Λατῖνοι δὲ καὶ δὶς καὶ τρὶς περὶ 3.74 εἰρήνης πρεσβείαν ἐποιήσαντο, οὐκ ἠνέσχετο δὲ ὁ βασιλεὺς, εἰ μὴ τὰ τείχη καθελόντες, τὸ χωρίον καταλίποιεν. ἐν τούτοις δὲ οὐκ ὀλίγου τριβέντος χρόνου, καὶ τῶν τριηρέων ναυπηγηθεισῶν, ναύτας τε κατέλεγεν ὁ βασιλεὺς καὶ ὁπλίτας, καὶ τὰ ἄλλα πάντα ἐξηρτύετο πρὸς μάχην· στρατηγούς τε ἐφίστη, ταῖς μὲν πρὸς τῇ Πίσσῃ τρισὶ τριήρεσι Φακεωλάτον τὸν πρωτοστράτορα, ταῖς δ' ἐν τῷ Κοντοσκαλίῳ ναυπηγηθείσαις Τζαμπλάκωνα τὸν μέγαν δοῦκα. ἐφιλονείκησε δὲ ὁ μέγας δοὺξ φιλοτιμότερον προσεξεργάσασθαι τὰς ἰδίας· ἦσαν γὰρ καὶ μέγισται μεγέθει, καὶ ξυλίνους ἐπιστήσας πύργους καὶ τοὺς ἐρέτας ἄνωθεν ἐρέψας, διπλᾶς ἐποίει τὰς τριήρεις, καὶ πλῆθος ὁπλιτῶν ἐπέστησε καὶ ψιλῶν, ὃ καὶ μάλιστα ἔβλαψε κατὰ τῆς μάχης τὸν καιρὸν, ὡς ὀλίγῳ ὕστερον εἰρήσεται. τῇ προτεραίᾳ δὲ, ἧς ἔμελλον ἀνάγεσθαι αἱ τριήρεις ἐκ τοῦ νεωρίου, ὁλκὰς ἀναπλέουσα ἐφαίνετο ἐκ Γεννούας, πλοῦτον ἄγουσα, ὡς ἐλέγετο, πολύν. ἀπλοίας δὲ, τῶν ἀνέμων παυσαμένων, κατασχούσης, πρὸς Πριγγίπῳ τῇ νήσῳ ὡρμίζετο ἐπ' ἀγκυρῶν. ἐφ' ἣν δύο τῶν βασιλικῶν τριηρέων ἐκ τοῦ νεωρίου ἀνήγοντο νυκτός· παρείποντο δὲ καὶ μονήρεις ἴσαι. καὶ προσβαλόντες τῇ ὁλκάδι, ἐπεὶ ἠμύνοντο οἱ ἔνδον κραταιῶς, πῦρ ἐνίεσαν οἱ τριηρῖται, καὶ οὕτω περιγενόμενοι, ἐπέβησάν τε τῆς ὁλκάδος, οὐκ ὀλίγους τῶν ἀμυνομένων ἀποκτείναντες, καὶ πάντων ἦσαν ἤδη κύριοι. φήμης δὲ ἀδήλως ταῖς τριήρεσιν ἐπιπεσούσης, ὡς τριήρεις ἐπιπλέουσιν ἐκ Γα 3.75 λατᾶ Λατινικαὶ, ἐτράπησαν εἰς φυγὴν, ὀλίγῳ ἐλάσσους πεντήκοντα τῶν οἰκείων καταλιπόντες ἐπὶ τῆς ὁλκάδος. ἦσαν δὲ παντάπασι ψευδεῖς αἱ φῆμαι. οἱ δὲ καταλειφθέντες Ῥωμαῖοι ἐπὶ τῆς ὁλκάδος, αἰσθόμενοι ἀποπλευσάσας τὰς τριήρεις, ἐν ἀμηχανίᾳ καταστάντες, εἰς λόγους ἦλθον τοῖς Λατίνοις νενικημένοις ἤδη κατὰ κράτος. καὶ συνέβησαν ὥστε κοινῇ σβεννύειν κατακαιομένην τὴν ὁλκάδα, ἵνα μὴ συνδιαφθαρῶσι καὶ αὐτοί. εἰς τὴν ἐπιοῦσαν δὲ, ἂν μὲν Ῥωμαῖοι ἐπιπλεύσαντες, κύριοι τῆς ὁλκάδος γένωνται,