433
τοὺς οἰκείους υἱοὺς Καρῖνον καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν ἐξεστράτευσεν αμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ' αν ἐκινδύνευσε τὸ στράτευμα τῶν ̔Ρωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ο οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ Κᾶρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς ̔Ρώμην αγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. ειτα τοῦ εθνους ἐπαναστάντος τῶν Σαρματῶν κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ εθνος ὑπέταξεν. ος τὸ μὲν γένος Γαλάτης ην, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἱ μὲν γάρ φασι κατὰ Ουννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἱ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ενθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν 3.157 βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἱστόρησαν. Ωι ἐπεὶ τὸ βιώσιμον ειθ' ουτως ειτ' αλλως ἐπιλελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλινάντων νῶτα ̔Ρωμαίων, οἱ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ολου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ ουτω διαφθαρῆναι, οἱ δὲ ἐκ Περσίδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν ∆ιοκλητιανὸν αὐτοκράτορα ειλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας εργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον. Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς ̔Ρώμην διάγων χαλεπὸς τοῖς ̔Ρωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ος ὑπὸ ∆ιοκλητιανοῦ εἰς ̔Ρώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ' ὁλόκληρον τριετής. ̓Εν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ' ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ' ου τὸ τῶν Μανιχαίων ονομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ος ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν αγιον, ῳ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, 3.158 ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ην ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ηδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε. ∆ιονυσίου μέντοι τοῦ τοὺς ἐν ̔Ρώμῃ πιστοὺς ποιμαίνοντος ετη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς ̔Ρώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς ̔Ρωμαίων ἐπισκοπῆς. ουπω δὲ μησὶ δέκα καὶ ουτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος. ουπερ ἀμφὶ τὰ πεντεκαίδεκα ετη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. ουτοι δ' ησαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ ̓Αντιοχέων ἐκκλησίᾳ μετὰ ∆όμνον ἐπεσκόπησε Τίμαιος, τὸν δὲ Τίμαιον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ' ον ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν εσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν ̔Ιεροσολύμων ἐκκλησίας μετὰ τὸν ̔Υμέναιον προέστη Ζάβδας, ου κεκοιμημένου μετ' οὐ πολὺ Ερμων τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ ̓Αλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ ∆ιονύσιον ετεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκόπησεν. ον διεδέξατο Πέτρος, ος καὶ τὸν τοῦ μαρτυρίου στέφανον ηρατο, τὴν κεφαλὴν ἐκτμηθείς. Αἱ μὲν ουν τῶν ἀρχιερέων τούτων διαδοχαὶ εσχον ουτως. ∆ιοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, 3.159 ος ∆αλμάτης μὲν ην τὸ γένος,