Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρ- τίαν. Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ' ἦν ἀναγκαῖον, φησὶ, μάστιγι παιδεύεσθαι τοὺς εἰς τοῦτο θράσους ὠλισθηκότας· ἵνα τῶν φαύλων ἀποφοιτήσαντες, καταλύσωμεν τὴν ἔχθραν, καὶ εἰρηνεύσωμεν πρὸς Θεὸν, διά γε τοῦ καθυφεῖναι μὲν αὐτῷ τὸν αὐχένα, πειρᾶσθαι δὲ κατορθοῦν τὸ ἀρέσκον αὐτῷ. Ἀλλ' αὕτη, φησὶν, ἡ παιδεία, ἣν ἐπενεχθῆναι μᾶλλον ἐχρῆν τοῖς ἡμαρτη- κόσιν, ἵνα καταλλάξειαν πολεμοῦντες Θεῷ, ἦλθεν ἐπ' αὐτόν. Καὶ τοῦτο, οἶμαι, τὸ, Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Σαφέστερον δὲ καθίστησι τὴν τοῦ προκειμένου διάνοιαν, ἐπενεγκὼν εὐθὺς, Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πέπονθε γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν. Πάντες μὲν γὰρ ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρ- έδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Οὐκοῦν πεπλανή- μεθα μὲν ἡμεῖς, ἀπέστημεν Θεοῦ ζῶντος, κατακολου- θήσαντες ταῖς ἑαυτῶν ἡδοναῖς. Ὁ δέ γε τῶν ὅλων Κύριος, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ, διὰ τὰς ἡμῶν ἁμαρτίας παρέδωκεν αὐτὸν, ἵνα ἡμᾶς ἀπαλλάξῃ δίκης, καὶ διασώσῃ πιστεύσαντας. Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφη Χριστός· "6Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδω- κεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ' ἕξῃ ζωὴν αἰώνιον."6 9Ὡς γὰρ καταβῇ ὑετὸς, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ βλαστήσει, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμα ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελέσῃ ὅσα ἠθέλησα.9 Ὡς ἐκ παραδείγματος ἐναργοῦς καὶ πᾶσι γνωρι- μωτάτου πειρᾶται πληροφορεῖν, ὅση τίς ἐστι τῶν αὐτοῦ νευμάτων ἡ δύναμις. Πίπτει μὲν γὰρ ὑετὸς ἢ χιὼν ἐξ οὐρανοῦ, καθιεμένην δὲ παρὰ Θεοῦ διακω- λύσειεν ἂν οὐδείς· τρέχει δὲ μᾶλλον εἰς πέρας τοῦ καθιέντος αὐτὸν ὁ σκοπός· εὔκαρπον γὰρ ἀποφαίνει ἅπασαν τὴν γῆν, ὥστε τοὺς γηπόνους ἐν ἀμφιλα- φείᾳ γενέσθαι πολλῇ καὶ σπερμάτων, καὶ τροφῆς. Καιροῦ γὰρ ὄντος καθ' ὃν ἂν εὐτραφὴς ὁ στάχυς ἀνα- δοθείη τῆς γῆς, οὐχὶ μόνα τὰ διαρκέσαι δυνάμενα πρὸς τροφὴν ζητοῦσι γηπόνοι, ἀλλὰ γὰρ καὶ ὅσα πάλιν ἀποχρήσειεν ἂν αὐτοῖς, καιροῦ καλοῦντος ἐπὶ τὸ χρῆναι πονεῖν. Οὕτω, φησὶν, οὐκ ἄν τις τὸν ἐμὸν εἴρξῃ λόγον, οὐδ' ἂν ἀποστραφείη, τουτέστιν, οὐ παύ- σεται, ἄχρις ἂν εἰς πέρας ἔλθοι τὸ δοκοῦν ἐμοί. Καὶ 70.1233 ἀληθὴς ὁ λόγος· ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, 70.1233 "6Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;"6 Τίς γὰρ ἔσται τοσοῦτος, ὡς θείαις ἀντιστῆναι ψήφοις, καὶ θε- λήμασιν ἀνταναστῆναι δεσποτικοῖς; Οὐδεὶς παντελῶς. Οὐκοῦν ὅπερ ἂν ἐκ στόματος ἐξέλθοι τοῦ κατὰ ἀλή- θειαν ὄντος Θεοῦ, τοῦτο πάντη τε καὶ πάντως δρα- μεῖται πρὸς πέρας· ἔνεστι γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ, καὶ πρός γε τούτῳ τὸ ἀψευδεῖν. Πλὴν κατέπεμψεν ἡμῖν τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πα- τὴρ ὑετὸν ὥσπερ τινὰ θεῖόν τε καὶ νοητὸν τὴν διὰ Χριστοῦ παράκλησιν, ἤτοι τῶν εὐαγγελικῶν κηρυγ- μάτων τὴν χορηγίαν, δι' ἧς εὔκαρπος καὶ γονιμω- τάτη γέγονεν ἡ σύμπασα γῆ. Ψάλλει γοῦν ὁ θεσπέσιος ∆αβὶδ, καί φησιν· "6Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυ-σας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνα- τέλλουσα."6 Καὶ μὴν καὶ διὰ φωνῆς Μωσέως, "6Κατα- βήσεται, φησὶν, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματα μου."6 Ἐπιστέλλει δέ τισι καὶ ὁ πάνσοφος Παῦλος· "6Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσαι τὸν σπόρον ὑμῶν, καὶ πληθύναι τὰ γεννή- ματα τῆς δικαιοσύνης ὑμῶν."6 Οὐκοῦν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευματικὴν, τὴν διὰ Χριστοῦ χορη- γίαν λαβόντες εἰς νοῦν, ὥστε μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν,