434
συνδιασώζειν τοὺς ἀπολειφθέντας Ῥωμαίους τοὺς Λατίνους ἐξαιτησαμένους παρὰ τῶν ἀρχόντων· ἂν δ' οἱ Λατῖνοι ἐπιπλέωσι καὶ κυριεύωσι τῆς ὁλκάδος, τὰ ἴσα Λατίνους ποιεῖν πρὸς τοὺς Ῥωμαίους, ὃ καὶ ἐγένετο ἅμα ἕῳ. ἐπεὶ γὰρ οὔπω πᾶσαι παρεσκευασμέναι ἦσαν αἱ βασιλικαὶ τριήρεις, οἱ Λατῖνοι ἐπιπλεύσαντες, ἡμιφλεγῆ ἀνεῖλκον τὴν ὁλκάδα. διέσωζον δὲ καὶ τοὺς Ῥωμαίους κατὰ τοὺς ὅρκους οἱ ἐν τῇ νηΐ. αἱ βασιλικαὶ δὲ τριήρεις ἐπεὶ πᾶσαι παρεσκευασμέναι ἦσαν, καὶ οὐδὲν ἐνέδει ἔτι, ἀνήγοντο ἐκ τοῦ νεωρίου πᾶσαι διαπρεπῶς κεκοσμημέναι, καὶ πλήθει ὁπλιτῶν καὶ λαμπρότητι καὶ μεγέθει παρασκευῆς οὐδενὶ τῶν ἐκ πολλοῦ γεγενημένων Ῥωμαίοις στόλων ἐλασσούμεναι. παρείποντο δὲ καὶ μονήρεις οὐκ ὀλίγαι καὶ λέμβοι καὶ ἀκάτια ὁπλίτας ἄγοντα, ἔχθει τῶν Λατίνων προθύμως ἁπάντων συστρατευομένων. οἵ τε Λατῖνοι πρὸς τὸ μέγεθος τῆς παρασκευῆς ἐκπεπληγμένοι, πάντα μᾶλ 3.76 λον ἢ πρὸς τὰς βασιλικὰς τριήρεις διαναυμαχεῖν διενοοῦντο, ἀλλὰ τὰς σφετέρας τριήρεις πεπληρωμένας ἔχοντες, ὡρμίζοντο πρὸ τοῦ φρουρίου, δόκησιν μὲν παρέχοντες, ὡς ἐμβαλοῦντες ἐπιοῦσι τοῖς βασιλικοῖς, οὕτω δὲ ἦσαν παρεσκευασμένοι, ὡς τὰς μὲν τριήρεις καλωδίοις ἀνελκύσοντες, ἂν αἴσθωνται τὰς βασιλικὰς ἐπιπλεούσας, αὐτοὶ δ' ἀμυνούμενοι ἀπὸ τῶν τειχῶν. ἦσαν δὲ φαυλοτάτας ἔχοντες τὰς ἐλπίδας τοῦ καὶ ἐν τοῖς τείχεσι διασωθήσεσθαι. αἱ μὲν οὖν βασιλικαὶ τριήρεις ἀναχθεῖσαι ἐκ τοῦ νεωρίου, αὐτοῦ που πλησίον ηὐλίσαντο τὴν νύκτα, διανοούμενοι, ὡς ἐς τὴν ὑστεραίαν ταῖς μετὰ τοῦ Φακεωλάτου τρισὶ τριήρεσιν εἰς ἓν γενόμενοι, Γαλατίοις ἐπιπλεύσωσι. Φακεωλάτος δὲ καὶ αὐτὸς τὰς τριήρεις ἐφοπλίσας, παρεσκευασμένος ἦν ὡς ἐς τὴν ὑστεραίαν ἐξορμήσων, καὶ ὁ βασιλεὺς ἱππικὴν ἔπεμπε στρατιὰν ἅμα δεσπότῃ τῷ υἱῷ πολλήν τε καὶ ἀγαθὴν, ὡς, τῆς συμβολῆς γενομένης τῶν τριηρέων, καὶ αὐτοὶ προσβάλοιεν ἐκ τῆς ἠπείρου. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, αἱ μὲν ἐκ τοῦ νεωρίου τριήρεις ἀναχθεῖσαι πρὸς τῇ Εὐγενίου καλουμένῃ πύλῃ ἤδη ἦσαν, αἱ δὲ μετὰ Φακεωλάτου τοῦ πρωτοστράτορος καὶ αὐταὶ τοῦ ποταμοῦ ἐξορμηθεῖσαι, ἠπείγοντο ταῖς ἄλλαις ἐν ταὐτῷ γενέσθαι· τοῦ δὲ πάντα ἄγοντος θεοῦ καὶ πᾶσι ταλαντεύοντος δικαίως Ῥωμαίους, ὡς ἔοικεν, εἰς πολλῶν ἄλλων ἔκτισιν ἁμαρτημάτων τιμωρουμένου καὶ τοῖς πολλῷ χείροσιν ἡττᾶσθαι παραχωροῦντος, ἀθρόον πνεύματος ἀκρίτου προσπεσόντος, 3.77 καὶ πρώτας ἀνατρέψαντος τὰς τρεῖς τριήρεις, ἐφ' αἷς οἱ ξύλινοι πύργοι ἦσαν, καὶ οἱ ἄλλοι αὐτοῖς ὅπλοις κατέπιπτον ἀπὸ τῶν νεῶν ἐπὶ τὴν θάλασσαν, καὶ ναῦται ὁμοίως καὶ ὁπλῖται, καὶ ἐν μιᾷ ῥοπῇ χρόνου πᾶσαι ἑωρῶντο κεναὶ ἐπιβατῶν. τῷ αὐτῷ δὲ χρόνῳ καὶ ὧν ὁ Φακεωλάτος ἐστρατήγει, τῶν καταστρωμάτων καὶ αὐτοὶ ἐπὶ τὴν θάλασσαν κατέπιπτον, καὶ ὄλεθρος ἦν παντοῖος ναυτῶν ὁμοῦ καὶ ὁπλιτῶν. οἱ μὲν οὖν πολλοὶ διεσώθησαν, ἐγγὺς τῆς γῆς γεγενημένης τῆς τροπῆς, ἀπέθανον δὲ ἐν τοῖς ὕδασιν ὀλίγῳ ἐλάσσους διακοσίων, καὶ ἐκ τῶν μετὰ τοῦ Τζαμπλάκωνος τεταγμένων τοῦ μεγάλου δουκὸς ὁ Φιλανθρωπηνὸς Μανουὴλ, τῆς ναυαρχίδος ἄρχων, ἀνὴρ κατὰ χεῖρα γενναῖος καὶ τῆς παρὰ βασιλέως εὐμενείας ἀπολαύων μάλιστα. οἱ ἐν Γαλατᾷ δὲ Λατῖνοι ἀναθαρσήσαντες, ἀναχθέντες ἀνεῖλκον τὰς τριήρεις ἀναψάμενοι, κωλύοντος οὐδενὸς, οὐδὲ ἀμυνομένου, καὶ ἀναιμωτὶ τὴν νίκην εἶχον. ἡ δὲ ἐκ τῆς ἠπείρου στρατιὰ μετὰ βασιλέως τοῦ υἱοῦ ἔργου μὲν ἔχεσθαι ἐβούλοντο, οἰόμενοι καὶ τὸ ναυτικὸν ἐκ τῆς θαλάττης ἐμβαλεῖν. ἐπεὶ δὲ ἑώρων τὰς Ῥωμαίων ναῦς κενὰς ἀνελκομένας, ἀνεχώρουν καὶ αὐτοί. βασιλεὺς δὲ τὴν τοσαύτην δύναμιν ἐκ προφάσεως οὐδεμιᾶς ὁρῶν ἀπολωλυῖαν, ἐστέναξε μὲν τὴν τοιαύτην κακοπραγίαν τῶν Ῥωμαίων, οἵων αἴτιον κακῶν τὸ θεῷ προσκρούειν συνορῶν, οὐδὲν δὲ ὑφῆκε τοῦ φρονήματος, οὐδὲ κατέπεσε πρὸς τὴν ἧτταν, ἀλλ' εὐθὺς ἐπὶ ξυλισμὸν ἐκέλευε χωρεῖν, ὡς τριήρεις ἑτέρας κατασκευά 3.78 σων αὖθις, καὶ ἐφίστη τοὺς ἐπιμελησομένους πρὸς τὰ ἔργα. οἱ ἐν Γαλατᾷ δὲ εὐτυχεστάτην νομίσαντες ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοσούτων νεῶν ἐκράτησαν πολεμίων, οὐδὲν αὐτοὶ εἰσενεγκόντες πρὸς τὴν ἧτταν, ἑώρταζον οὐκ ἐπινίκια μόνον,