435
ἀλλὰ καὶ σωτήρια. πᾶσαι γὰρ αὐτοῖς ἐν στενῷ αἱ περὶ τοῦ σώζεσθαι κατέστησαν ἐλπίδες. ἐς τὴν ὑστεραίαν δὲ πάσας ἐφοπλίσαντες τὰς ἑαυτῶν τριήρεις ἐστεφανωμένας ὡς ἐπὶ νίκῃ καὶ κεκοσμημένας ἐκπρεπῶς, ἀντικρὺ παρέπλεον βασιλείων, σύροντες ἀτίμως καὶ τὰς βασιλικὰς σημαίας, ὥσπερ ἔθος, τὰς νενικημένας. ᾤοντο δὲ βασιλέα πρὸς τὴν δυσπραγίαν καὶ τὴν γνώμην ἡττημένον, αὐτίκα καταθήσεσθαι τὸν πόλεμον καὶ χωρήσειν πρὸς τὴν εἰρήνην, παραχωροῦντα τοῦ χωρίου. ὡς δὲ ἀπήντα κατ' ἐλπίδας αὐτοῖς οὐδὲν, ἀλλ' ἐπυνθάνοντο, βασιλέα αὖθις παρασκευαζόμενον τριήρεις ναυπηγεῖσθαι, πέμψαντες πρεσβείαν ἐκεῖνοι διελέγοντο περὶ εἰρήνης. καὶ πρῶτα μὲν ἐπειρῶντο βασιλέως, εἰ αὐτοῖς παραχωροίη τοῦ χωρίου· ὡς δ' ἑώρων οὐδαμῶς ἐκπεπληγμένον, οὐδὲ τὴν γνώμην ἡττημένον, ἀλλὰ τὴν μὲν δυσπραγίαν ἐκείνην νομίζοντα ἑτέρων τινῶν ἁμαρτημάτων εἴσπραξιν, αὐτὸν δὲ τῆς προτέρας γνώμης ἀκριβῶς ἐχόμενον, καὶ οὐδ' ἂν, εἰ μυρία τοιαῦτα γένοιτο, ἑκόντα εἶναι τοῦ χωρίου παραχωρήσοντα, ἀλλ' ὀργῇ φερόμενον μᾶλλον πρὸς τὴν ἧτταν καὶ προθυμότερον πρὸς τὴν παρασκευὴν, ὥσπερ ἄρτι τότε πρῶτον ἡμμένον τοῦ πολέμου, δείσαντες, μὴ εἰς κακὸν αὐτοῖς ἡ πολλὴ φιλονεικία τελευτήσῃ, 3.79 συνέθεντο τὸ χωρίον καταλείπειν. καὶ ἐγένετο ἡ εἰρήνη ἐπὶ τούτοις, ὥστε παραδόντας βασιλεῖ αὐτοὺς, ἐπὶ τὸν πρότερον περίβολον χωρεῖν. καὶ γεγενημένων τῶν σπονδῶν, παρεδίδοσαν τὸ νέον φρούριον πρὸς δεσπότην τὸν βασιλέως υἱὸν, ἐλθόντα μετὰ στρατιᾶς. βασιλεὺς δὲ αὐτῶν μεταπεμψάμενος τοὺς ἀρίστους, ἡμέρως τε διειλέχθη καὶ προσηνῶς, καὶ τὸ χωρίον αὐτὸς ἑκὼν εἶναι ἐχαρίζετο. ἔφη γὰρ πρὸς αὐτοὺς, οὐ περὶ γῆς τοσαύτης φιλονεικεῖν, οὐδενὸς ἀξίας οὔσης, ἀλλὰ περὶ τῶν προσηκόντων δικαίων τῇ Ῥωμαίων βασιλείᾳ. ἄτοπον γὰρ, ἐπήλυδας ὄντας αὐτοὺς καὶ πολλὰ ὑπὸ τῶν Ῥωμαίων βασιλέων εὐηργετημένους καὶ δικαίους ὄντας ἐν δουλευόντων εἶναι μοίρᾳ, ἔπειτα ἀναισχυντεῖν καὶ παρασπᾷν τι τῆς ἡγεμονίας βούλεσθαι ἀκόντων. διὰ ταῦτα ἔλεγε τὸν πόλεμον αἱρεῖσθαι μᾶλλον, οὐ διὰ τὴν κτῆσιν τοῦ χωρίου, καὶ γνώμην ἔχειν, ὡς πολεμήσων διηνεκῶς ἄχρι τοῦ διαφθερεῖν, εἰ μὴ βουληθεῖεν τὰ δίκαια ποιεῖν. ἐπεὶ δὲ αὐτοὶ τῆς ἀγνωμοσύνης ἀποσταῖεν καὶ καταλείποιεν τὰ ἡρπασμένα, μηδ' αὐτὸν μικρολογήσειν οὕτως, ὥστ' ἀποστερεῖν, οὗ τοσοῦτον ἐξέχονται καὶ ποιοῦνται περὶ πλείστου. καὶ αὐτίκα ἐκέλευε τὸν υἱὸν ἐξάγειν τὴν στρατιὰν, τὸ χωρίον τοῖς Γαλατίοις παραδόντα. οἱ δὲ βασιλεῖ πολλὰς ὡμολόγουν χάριτας μετὰ πλείστων τῶν εὐφημιῶν, καὶ πρὸς τὸν βασιλέως υἱὸν ἐλθόντες, ἐπεὶ κατὰ τὸ τοῦ πατρὸς ἐπίταγμα τὸ χωρίον παρεδίδοτο, αὖθίς τε εὐφήμουν βασιλέα, καὶ χρυσίῳ πολλῷ τὴν βασιλι 3.80 κὴν περιέῤῥαινον σημαίαν, ἃ διήρπασαν οἱ στρατιῶται, κελεύσαντος τοῦ δεσπότου, παιδιᾶς ἕνεκα καὶ ἡδονῆς. τοιαύτην μὲν ὁ πόλεμος ἔσχε τὴν ἀρχὴν καὶ εἰς τοῦτο ἐτελεύτησε. ιβʹ. Βασιλεὺς δὲ κατά τε τὸν τοῦ πολέμου χρόνον βιαίαν τῶν χρημάτων τὴν εἴσπραξιν ἀκούων παρὰ Ταρχανειώτου γεγενημένην, καὶ θορύβων μεστὴν καὶ ὀδυρμῶν τὴν πόλιν δι' ἐκείνην γινομένην, καὶ τοὺς ὑβριστὰς καὶ συκοφάντας προφάσεως λαβομένους καὶ λογοποιοῦντας ἄπιστα, εἴκοσι μυριάδων τὴν εἴσπραξιν χρυσίου γεγενῆσθαι λέγοντας, πολλοὺς δὲ καὶ τριάκοντα, ἐσκέψατο αὐτοῖς ἔργοις τοὺς συκοφάντας ἐπιστομίζειν. καὶ ἐκκλησίαν αὖθις πάνδημον συναγαγὼν, εὐθύνας ᾔτει περὶ τῶν χρημάτων Ταρχανειώτην. καὶ ἀπεδείκνυτο, καὶ τῶν τὰ χρήματα παρασχομένων συνομολογούν των, μὴ πλέον εἰσπεπρᾶχθαι πέντε μυριάδων, ἃ ἀνάλωτο πρὸς τοῦ στόλου τὴν παρασκευὴν, καὶ ἕτερα οὐκ ὀλίγῳ πλείω τούτων ἐκ τῶν δημοσίων καὶ βασιλικῶν. ὁρῶν δὲ τῶν δεόντων πολλὰ διὰ τῶν χρημάτων τὴν ἔνδειαν παραλειπόμενα, καὶ τότε ἐκ τῶν ἰδίων εἰσφέρειν Ῥωμαίους οὐ προθυμουμένους, καὶ τὰς δημοσίας προσόδους παντάπασιν ἐκλελοιπυίας, φόρους ἔταττε μὴ πρότερον νενομισμένους, ὥστε πᾶσαν ὁλκάδα σῖτον ἄγουσαν ἐξ ἀλλοδαπῆς ἐωνημένον, ὑπὲρ μεδίμνου ἥμισυ