436
χρυσίου τῷ δημοσίῳ φέρειν, καὶ τῶν ἄλλων καρπῶν ἀναλόγως· τοὺς δὲ περὶ γεωργίαν ἠσχολημένους οἴνου ὑπὲρ πεντήκοντα χοῶν χρυσίον ἓν τελεῖν· τοὺς μέντοι ἐκ τῶν γε 3.81 ωργούντων ὠνουμένους διπλάσιον παρέχειν, οὐ μόνον ὡς εὐπορωτέρους, ἀλλ' ὅτι καὶ ἀμογητὶ ἐκ τῶν ἑτέρων πόνων αὐτοὶ πολλαπλασίω τὰ κέρδη φέρονται. νόμου δὲ ὄντος ἀρχαίου δεκάτας τοὺς ἐμπορευομένους ἅπαντας τελεῖν τῷ δημοσίῳ, πεντηκοστύας ἔταξεν αὐτός. ἐξ ὧν ὀλίγῳ δέουσαι διακοσίων ὁλκάδες προσεγένοντο Ῥωμαίοις ἐν ὀλίγῳ χρόνῳ, οὐδέπω ἄχρι τότε γεγενημένον, καὶ μεγάλην δύναμιν ἐκτήσαντο ναυτικὴν καὶ πολλὰ ἐκ τῆς ἐμπορίας ὠφελοῦντο, θαλάσσης ἤδη ἄρχοντες γεγενημένοι. ἐχομένης δὲ τῆς Χίου, ὥσπερ ἱστόρηται ἡμῖν, ὑπὸ τῶν ἐκ Γεννούας ἀδίκως ἐν σπονδαῖς, πρὸς τὸν ἄρχοντα αὐτῆς, δοῦκα ἐγχωρίως προσαγορευόμενον, καὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὁ βασιλεὺς ἔπεμψε πρεσβείαν, ἀπαιτῶν τὴν νῆσον κατὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους, οὓς ἔχουσι μετὰ τῶν Ῥωμαίων βασιλέων. δοὺξ δὲ καὶ ἡ βουλὴ καὶ ὁ δῆμος δίκαια μὲν ἔφασαν προκαλεῖσθαι βασιλέα, οὐ κατὰ γνώμην δὲ αὐτοῖς ἔχεσθαι τὴν νῆσον, οὐδὲ ψήφῳ τῆς βουλῆς, ἀλλὰ τῶν παρ' αὐτοῖς εὐπατριδῶν τινας οἰκείοις ἀναλώμασι τὸν στόλον ἐφοπλίσαντας κατασχεῖν, οὓς μὴ δύνασθαι νῦν βιάζεσθαι· δεήσει γὰρ πολλῶν χρημάτων καὶ παρασκευῆς οὐ τῆς τυχούσης, ὥστε ἀκόντων τὴν νῆσον ἀφαιρεῖσθαι· ἀλλὰ τοῦ χρόνου προϊόντος προνοίᾳ μᾶλλον ἀφελομένους καὶ οἰκονομίᾳ ἀποδοῦναι βασιλεῖ ἀναμφιβόλως. τοιαῦτά τε εἶπον πρὸς τοὺς πρέσβεις βασιλέως, καὶ ἅμα Ἑρμίνιον Ἰά 3.82 κωβον καὶ Πινέλον Ἀνταρὼ, ὄντας ἐκ τῶν παρ' αὐτοῖς ἐπιφανῶν, πρὸς βασιλέα πρέσβεις ἔπεμψαν ἰσχυρισομένους περὶ τῶν αὐτῶν. βασιλεῖ δὲ ἐδόκει ἡ ἀπολογία οὐκ ἀρκοῦσα, ἀλλὰ προθεσμίαν τινὰ ἐζήτει, καθ' ἣν ἀποδώσουσι τὴν νῆσον, ἢ μὴ ἐγκαλεῖν ἐπιορκίαν, ἂν αὐτὸς ἀφέληται δυνηθείς. καὶ συνέβησαν, ὥστε Λατίνους μὲν τὴν κατὰ τὴν νῆσον πόλιν, Χίον καὶ αὐτὴν προσαγορευομένην, ἐπὶ δέκα ἔτεσι κατέχειν καὶ καρποῦσθαι τὰς προσόδους, παρέχοντας ἐνιαύσιον τῷ βασιλεῖ δισχιλίους καὶ μυρίους χρυσοῦς. ἐγείρειν δὲ καὶ σημαίαν βασιλικὴν ἐντὸς τῆς πόλεως κατὰ τὸ ἔθος, καὶ ἀρχιερέα εἶναι ἐκ τῆς ἐν Βυζαντίῳ ἐκκλησίας κεχειροτονημένον, καὶ εὐφημεῖν τοὺς βασιλέας κατὰ τὰ σάββατα, ὡς ἔθος· μνείαν τε αὐτῶν τοὺς ἱερέας ἐν ταῖς ἱεροτελεστίαις ποιεῖσθαι καὶ μηδὲν κωλύεσθαι παρ' οὐδενός. τὴν δὲ ἄλλην νῆσον ἅπασαν καὶ τὰ φρούρια καὶ κώμας ὑπὸ βασιλέως ἔχεσθαι καὶ ἄρχοντα αὐτοῖς, ὃν ἂν ἐθέλῃ, ἐφιστᾷν· τὸν δὲ καὶ τῶν ἐντὸς Χίου τῆς πόλεως Ῥωμαίων ἄρχειν. κἂν μὲν Ῥωμαίῳ πρὸς Ῥωμαῖον ὑπὲρἰδίων ἀδικημάτων ἀμφισβήτησις ᾖ, παρὰ τὸν Ῥωμαίων ἄρχοντα δικάζεσθαι· ἂν δὲ Λατίνῳ πρὸς Ῥωμαῖον, ἢ τὸ ἔμπαλιν, τοὺς δύο ἄρχοντας συνερχομένους, διαλύειν τὴν ἀμφιβολίαν, ἑκατέρῳ τὸ δίκαιον περισώζοντας, ὁποτέρῳ ἂν προσῇ. μετὰ δὲ τὰ δέκα ἔτη, ἐξ ὅτου βασιλεὺς ὁ Καντακουζηνὸς ἐκράτησε Βυζαντίου ἀριθμούμενα, παντάπασιν ἀφίστασθαι Χίου τοὺς Λατίνους. τοιαῦτα μὲν οἱ ἐκ Γεννούας πρέ 3.83 σβεις συνέθεντο πρὸς βασιλέα. Βενιοῦζος δὲ Συμεὼν, ὃς ἦν διαφορώτατος τῶν τὴν Χίον κατεχόντων, καὶ οἱ ἄλλοι οὐ προσεδέξαντο τὰς συμβάσεις, ἀλλὰ φανερῶς ἀπείπαντο, πολέμιοι μᾶλλον ψηφίζεσθαι τῆς βουλῆς καὶ τοῦ δήμου Γεννούας ἢ Χίου ἀποστῆναι προελόμενοι. ἐν ᾧ δὲ οἱ βασιλέως πρέσβεις χρόνῳ ἐν Γεννούᾳ ἦσαν, Τζυβός τις, ὁ δυνατώτατος τῶν Χίων, Φωκαίας τῆς παλαιᾶς ὑπὸ Γεννουϊτῶν ἄρχων καταστὰς, ὅτε πρὸς αὐτοὺς ἡ Χίος παρεδίδοτο, ὁμολογίᾳ γὰρ προσεχώρησαν, ὥσπερ ἔφημεν, σίτου ἐνδείᾳ πιεσθέντες, πρὸς βασιλέα πέμψας, πρῶτα μὲν συγγνώμην ᾔτει ἐπὶ τῇ παραδόσει Χίου, ὡς οὐ κακίᾳ μᾶλλον, ἢ ἀνάγκῃ πεπραγμένῃ, παρῄνει δὲ μὴ τῆς νήσου ἀμελεῖν, ὡς, εἰ μικρὰν παράσχοιτο ἐπικουρίαν, ῥᾳδίως αὖθις αὐτοῦ Ῥωμαίοις ἀνασωσομένου. βασιλεὺς δὲ ἐπῄνει τε τὸν Τζυβὸν καὶ μεγάλα ἐπηγγέλλετο τῆς προθυμίας ἕνεκα. ἐκέλευε δὲ τὸ νῦν ἔχον ἀτρεμεῖν, ἄχρις ἂν οἱ ἐν Γεννούᾳ πρέσβεις ἐπανήξουσιν. ἄδηλον γὰρ εἶναι, εἰ μὴ χωρὶς κινδύνων ἀπολήψεται