436
καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ ̓Ιλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ ̓Αφρικῇ. τούτων δὲ ουτω γεγονότων οἱ στρατιῶται, οι πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ ̔Ερκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ ̔Ρώμῃ ἀνεῖπον. ̓Εκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Αλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ' αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας αρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς αλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ων οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς ουτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. μαντείαις δ' ην προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ανευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ηγοντο. ουτος τῶν 3.165 εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις αὐτῶν δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ετερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα η τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν. Μαξέντιος δ' ἐν ̔Ρώμῃ οὐδέν τι μετριώτερος τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ων, ἀλλ' ἐπ' ισης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ' αὐτὸν πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον. Ουτος ἐν ̔Ρώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν ̔Ρώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ερωτα, εστειλε τοὺς τὰ τοιαῦτα διακονουμένους αὐτῷ τὸ γύναιον αξοντας. ὡς δ' ἐκεῖνο ἐπιστάντας τῷ οικῳ τοὺς προαγωγοὺς εγνω, καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ῃσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ αγειν ἐπέτρεπεν, ἑτέρωθεν δ' οὐκ ην αὐτῇ ἐπικούρημα, ωραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ιν' ἐπικοσμηθείη καὶ ουτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ην δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη μυστήριον. εἰσῆλθεν ουν εἰς τὸν ἑαυτῆς κοιτωνί3.166 σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ιν' ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα. Οἱ μὲν ουν ουτως ηρχον, ∆ιοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες εθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἱ συγγραφεῖς. ὁ μὲν γὰρ Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας εκστασιν τὸν ∆ιοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε Μαξιμιανὸν τὸν ̔Ερκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ετεροι δ' οὐχ ουτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αυθις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι. Εἰσὶ δὲ καὶ οι τὸν ̔Ερκούλιον λέγουσι τῆς βασιλείας αυθις ἐφιέμενον τῷ ∆ιοκλητιανῷ κοινώσασθαι τὸ αυθις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν ̔Ρωμαίων παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν ̔Ερκούλιον τὸν κίνδυνον δείσαντα μὴ ουτω γνώμης εχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, οπως εχουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως,