437
τὴν νῆσον· ἄλλως τ' οὐδ' αὐτῷ προσῆκον ὂν, περί τε εἰρήνης καὶ σπονδῶν διαλέγεσθαι πρεσβεύοντα καὶ πρὸς ἐπιβουλὰς ἐν ταὐτῷ καὶ πόλεμον χωρεῖν. καὶ ἦν ἂν βέλτιον, εἰ ἐπείθετο τῇ βασιλέως παραινέσει. ὑπὸ δὲ προθυμίας καὶ τῆς πρὸς τοὺς κινδύνους καὶ τὰς μάχας εὐτολμίας μὴ περιμείνας καὶ τὴν ἐκ βασιλέως ἐπικουρίαν, ἀλλὰ μόνῃ τῇ σφετέρᾳ θαῤῥήσας ἀπώλετο δυνάμει. συναγαγὼν γὰρ ὅσους μάλιστα ἐκ Φωκαίας ἐνῆν Ῥωμαίους, διέπλευσεν ἐπὶ τὴν Χίον ἀπροσδοκήτως καὶ τοῖς Λα 3.84 τίνοις συμβαλὼν, ἐνίκα κατὰ κράτος καὶ τειχήρεις ἐποίησεν ἐν Χίῳ, πολλῶν πεσόντων καὶ Βενιούζου τοῦ ἄρχοντος τραυματίου γενομένου. τοῦ θεοῦ δὲ ἑτέρως ταλαντεύοντος, συνέβη κατ' αὐτὴν τὴν ἡμέραν, ἐν ᾗ ἡ μάχη ἐγεγένητο, Ἀνδρέαν Πετρίλαν, ἐκ Γεννούας ὄντα καὶ αὐτὸν, ἅμα δυσὶ τριήρεσιν ἐκ Σμύρνης τὴν Χίον παραπλέοντα πρὸς Βυζάντιον ἐπείγεσθαι· πυθόμενον δὲ, ὡς ὑπὸ Τζυβοῦ πολιορκοῖντο οἱ ὁμόφυλοι, ἀποβῆναί τε πρὸς τὴν Χίον καὶ ἐπικουρεῖν τοῖς πολιορκουμένοις. δευτέρας δὲ μάχης γενομένης καὶ τῆς νίκης αὖθις ἀφορώσης πρὸς Ῥωμαίους, ὁ Τζυβὸς ἀγωνιζόμενος εὐψύχως ἔπεσε, βέλει τρωθεὶς κατὰ τὴν μάχην, καὶ πάλιν οἱ Λατῖνοι τῆς Χίου κύριοι ἦσαν; τῶν Φωκαέων εἰς τὴν Φώκαιαν περαιωθέντων μετὰ τοῦ στρατηγοῦ τὴν τελευτήν· ἣν καὶ βασιλεῖ παρέδοσαν κατασχόντες πρότερον τελοῦσαν ὑπὸ Γεννουΐταις ὅσον χρόνον καὶ ἡ Χίος. βασιλεὺς δὲ ἔπεμψεν εἰς Φώκαιαν Λέοντα τὸν Καλόθετον ἄρχειν, Χῖον μὲν ὄντα καὶ αὐτὸν, κατὰ δὲ τὸν τοῦ πολέμου χρόνον τῆς νήσου παρὰ Ἀποκαύκου ἐκβληθέντα τοῦ μεγάλου δουκὸς καὶ πολλὴν ὑποστάντα κάκωσιν διὰ τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα εὔνοιαν, Τζυβὸν ἀντ' ἐκείνου καταστήσαντος ἄρχοντα. ὃ καὶ μάλιστα αἴτιον τῆς Χίου ἀπωλείας ἐδόκει γεγενῆσθαι. πολὺ γὰρ ἐκείνου βελτίων ἦν συνέσεως ἕνεκα καὶ προμηθείας καὶ τοῦ διασώζειν εἰδέναι τὴν πιστευθεῖσαν πόλιν ἀπὸ τῶν πο 3.85 λεμίων. ὃς εἰς Φώκαιαν ἐλθὼν, περιεποίησεν αὐτὴν Ῥωμαίοις ἄχρι νῦν κατεχομένην. ιγʹ. Ἐπεὶ δὲ καὶ Πελοπόννησος διέφθαρτο παντάπασιν οὐ μόνον ὑπὸ τῶν Περσῶν στόλοις μεγάλοις ἐπιόντων καὶ ὑπὸ Λατίνων τῶν τὴν παρ' Ἕλλησιν Ἀχαΐαν λεγομένην κατεχόντων, ὑπηκόων ὄντων πρίγγιπι, ἀλλὰ καὶ μᾶλλον ὑπὸ σφῶν αὐτῶν, διηνεκῶς ἀλλήλοις ἀντικαθισταμένων καὶ διαρπαζόντων τὰ ἀλλήλων καὶ ἀποκτεννόντων, καὶ κῶμαι μὲν ἀτείχιστοι ὑπὸ τῶν ἔξωθεν ἀνάλωνται πολεμίων, αἱ πόλεις δὲ ὑπὸ τῶν ἐνοικούντων, καὶ παντάπασι προσεδοκῶντο ἐκλιπεῖν· πρόνοιάν τινα αὐτῶν ποιήσασθαι ἐσκέψατο ὁ βασιλεύς. μείζω δὲ οὐκ ἔχων, τὸν υἱὸν ἔπεμψε δεσπότην τὸν Μανουὴλ τριήρεσιν, ἄρξοντα Πελοποννησίων καὶ πρόνοιαν ποιησόμενον τὴν δυνατήν. ὃς ἐλθὼν πρῶτα μὲν τὰς ἐμφυλίους ἔλυσε στάσεις, τούς τε πρώτους ἀρχομένους κολάζων, ὥσπερ δίκαιον, καὶ τοὺς ἄλλους ἐκφοβῶν μὴ τοῖς ὁμοίοις ἐγχειρεῖν. ἔπειτα δὲ καὶ πρὸς Λατίνους θέμενος σπονδὰς, ἀβλαβεῖς τοὺς οἰκείους ἐξ ἐκείνων διετήρει, καὶ πρὸς τοὺς βαρβάρους ἀντικαθιστάμενος καὶ μάχαις πολλαῖς νικήσας, ἔπεισε μὴ πάνυ Πελοποννησίων καταφρονεῖν. ἐξ ὧν αἵ τε πόλεις ἀνεῤῥώννυντο καὶ ὥσπερ ἀναφέρειν ἐκ μεγάλων συμφορῶν ἐδόκουν, καὶ ἡ χώρα συνῳκίζετο, ἀδείας οὔσης τοῖς ἀγροῖς ἐνδιατρίβειν, καὶ ἡ Σκυθῶν ἐρημοτέρα Πελοπόννησος ἐν ὀλίγῳ χρόνῳ ἐ 3.86 φαίνετο γεωργουμένη, καὶ τῆς μελλούσης εὐεξίας οὐκ ἀγεννεῖς παρείχετο ἐλπίδας. οὐ μόνον δὲ ταῖς πόλεσι κοινῇ παρείχετο τὰς εὐεργεσίας, ἀλλὰ καὶ ἰδίᾳ εὖ τοὺς δυνατοὺς ἐποίει τῶν Πελοποννησίων· τοῖς δὲ οὐδὲν τῶν γινομένων ἤρκει, ἀλλὰ πάντα μᾶλλον ἦσαν ἀνεκτὰ, ἢ τὸ μὴ στασιάζειν καὶ τῷ σφετέρῳ χρῆσθαι ἤθει. ὅθεν πρὸς ἀλλήλους μὴ δυνάμενοι διὰ τὸ πρὸς τὸν δεσπότην δέος, μιᾷ γνώμῃ πάντες ἐπ' αὐτὸν συνέστησαν καὶ πόλεμον ἤραντο κοινῇ. συνεσκεύασε δὲ τὴν ἐπιβουλὴν Λαμπούδιός τις ὁ περὶ ταῦτα δεινότατος τῶν Πελοποννησίων· ὃς ἐπειδὴ πρότερον οἱ ἀνθιστάμενοι ἐνίκων, πάντων ὧν εἶχεν ἀποστερηθεὶς, εἰς ἐσχάτην ἤλασε πενίαν, διὰ τῶν τρόπων τὴν μοχθηρίαν καὶ τὸ περὶ τὸ στασιάζειν ἐξησκῆσθαι καὶ ὑπὸ τοῦ