437
ταῦτα εἰπεῖν· καὶ ουτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. ειτα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ 3.167 αὐτὸν οντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοῦ ἐγχειρήματος, καὶ ουτως ἀπάγξασθαι. ̓Αλλ' ουτοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυκὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ οτου Καῖσαρ ἀνηγορεύθη, καὶ ἠπίως αρξας καὶ προσηνῶς, ἐν Βρεττανίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ τοῖς ὑπ' αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ον ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς. ειχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ ̔Ερκουλίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, ̓Αναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, οτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ' ολον ην ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου κηρύγματος, η μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ ̔Ρωμαίων ὑποκειμένων ἀρχῇ, ινα δι' αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ οτι νοσοῦντι τῷ Κώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς αλλοις παισὶν ἀποτυχίαν αγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ κελεύων τὴν ἐξουσίαν καταλιπεῖν. Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον οντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ιν' ὁμηρεύων αμα καὶ πρὸς ασκησιν γυμνάζοιτο τῆς τέχνης τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ 3.168 φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γαλερίῳ ἐκόμισεν. ειτα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν αεθλον ηνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ' ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οις ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε. Καὶ ὁ μὲν ουτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ ∆ακῶν ελκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν οντα ἐπ' ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ ̓Ιλλυρικῷ καταλέλοιπεν, ιν' ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ' εἰς ̔Ρώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. ειτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ' ἐπὶ τῇ προσλήψει τοῦ Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, ειτα καὶ μάχην κατ' αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος εφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο. Οἱ μὲν ουν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν 3.169 τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ελκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι οργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ ειναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ' ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ' ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, οτι μὴ κατώρθουν ἀδύνατα. ὀψὲ δ' ουν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, ευχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, ειτ' αυθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, εως ου τοῦ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ'