438
δεσπότου παροφθείς. εἶτα προσελθὼν καὶ δεηθεὶς καὶ πίστεις παρασχόμενος, ὡς οὐδὲν οὐδέποτε νεωτερίσειεν, ἀλλ' εὔνους αὐτῷ καὶ τῶν φιλούντων ἄγαν μενεῖ, ἀνελαμβάνετό τε καὶ εἰς τὴν προτέραν τύχην ἤγετο, πολλὰς ἀφορμὰς εἰς τὸ πλουτεῖν παρεχομένου τοῦ δεσπότου. καὶ πρὸς τοὺς ἀντιπάλους ἀξιόμαχος ἤδη ἦν. οὔτε γὰρ κακοπραγία, οὔτ' εὐημερία, οὔτε χρόνος ὁ πάντα λύων διαλύειν δύναται αὐτοῖς τὴν πρὸς ἀλλήλους ἔχθραν, ἀλλὰ διὰ βίου τε πολέμιοί εἰσιν ἀλλήλοις, καὶ μετὰ τελευτὴν ὥσπερ τινὰ πατρῷον κλῆρον καταλείποντες τοῖς παισὶ τὴν πρός τινας διαφοράν. καὶ τῶν Λυκούργου νόμων πάν 3.87 των ἀμελήσαντες, ἑνὸς μόνου τῶν Σόλωνος ἐξέχονται τοῦ Ἀθηναίου ἀκριβῶς, ὃς ἀτίμους ποιεῖ τῶν πολιτῶν τοὺς ἐν στάσει μηδεμιᾷ μερίδι προσκειμένους. τοῦ δεσπότου δὲ διὰ τὰς λῃστείας τῶν Περσῶν, ἐποιοῦντο γὰρ πολλὰς καὶ συνεχεῖς ἐκ τῆς Ἀσίας περαιούμενοι ὀλίγοι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δεῖν οἰομένου τριήρεις κατασκευάζειν ἐφ' ᾧ περιπλέοιεν τὴν νῆσον καὶ κωλύοιεν τοὺς πειρατὰς, ἐπεὶ πᾶσι λυσιτελεῖν ἐδόκει, καὶ ἔδει πάντας χρήματα εἰσφέρειν, ὁ Λαμπούδιος ὑπέρχεται τὴν εἴσπραξιν ἑκοντὶ, πολλὰ τοῦ δεσπότου δεηθεὶς, ὡς τῶν ἄλλων μᾶλλον αὐτὸς καταπραξόμενος βέλτιον διὰ τὴν ἐμπειρίαν καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν. ἀδείας δὲ τυχὼν, τὴν Πελοπόννησον ἅπασαν περιιὼν, ἐξεπολέμου τῷ δεσπότῃ, καὶ πόλεσιν ἁπάσαις καὶ κώμαις τὴν ἐθελοδουλίαν ὀνειδίζων, καὶ τὸ μὴ ἀξίως τῶν προγόνων ἐπὶ τὴν ἐλευθερίαν προθυμεῖσθαι, ἀλλ' ὥσπερ ἀνδράποδα ἀνέχεσθαι ἄγεσθαι καὶ φέρεσθαι ὑπὸ τοῦ δεσπότου, καὶ τέλος πάντας ἔπειθεν ὁμοίως τῷ δεσπότῃ πολεμεῖν, ἰσχυριζόμενος, ὡς ἢ οὐκ ἀντισχήσει κοινῇ πρὸς πάντας πολεμῶν, ἀλλὰ φεύξεται καταλιπὼν τὴν Πελοπόννησον, ἀγαπητὸν ἡγούμενος τὸ σώζεσθαι, ἢ διαφθαρήσεται μένων, πανταχόθεν τοῦ πολέμου περιῤῥέοντος. οὕτω μὲν ἐκείνους ἔπειθε καὶ πᾶσιν ἔδωκε σύνθημα κοινὸν, ἵν' ἐν ἡμέρᾳ τῇ αὐτῇ τοῖς σφισιν ἄρχουσι πάντες ἐπιθέμενοι, πρῶτον μὲν αὐτῶν κρατήσωσιν, 3.88 ἔπειτα ἐπιστρατεύσωσι δεσπότῃ, ἀσθενεστέρῳ γεγενημένῳ ἤδη. 3.88 καὶ κατὰ τὴν ἐκείνου παραίνεσιν πάντα ἐτελεῖτο. ἡμέρᾳ γὰρ τῇ αὐτῇ πάντων ἐκράτησαν, ὅσοι πόλεων ἦρχον ἢ κωμῶν· ἔπειτα ἁπανταχόθεν ἀθροισθέντες παμπληθεῖς πεζοί τε καὶ ἱππεῖς ἐπῄεσαν δεσπότῃ, Λαμπουδίου μετὰ τῶν ἄλλων τῶν δυνατωτέρων ἡγουμένου. δεσπότης δὲ τοὺς ἰδίους ἐφοπλίσας, ὅσοι εἵποντο ἐκ Βυζαντίου, περὶ τριακοσίους ὄντας λογάδας πάντας, ἀντεπεξῄει τοῖς Πελοποννησίοις, καὶ μισθοφόρους ἔχων ὀλίγους Ἀκαρνᾶνας. οἱ δὲ οὐδὲ εἰς ὄψιν ὑπομείναντες ἐλθεῖν, εἰς φυγήν τε ἐτράποντο καὶ διελύθησαν κατὰ πόλεις· καὶ οἱ μὲν αὐτίκα προσεχώρουν παραιτούμενοι καὶ ἐτύγχανον συγγνώμης, ὅσοι δὲ ἦσαν τολμηρότεροι πρὸς νεωτερισμοὺς, τὰς πόλεις κατασχόντες, οὐκ ἐδέχοντο δεσπότην ἀνοήτως. οἳ γὰρ ὁμοῦ σύμπαντες ἀντισχεῖν οὐκ ἠδυνήθησαν, οὗτοι κατ' ὀλίγους διαιρεθέντες, ἤλπισαν περιγενήσεσθαι. ὕστερον μέντοι καὶ αὐτοὶ μετὰ πολλὴν κάκωσιν καὶ τὰς συνεχεῖς ἐπιδρομὰς καὶ λεηλασίας τὸ συνοῖσον συνιδόντες, προσεχώρουν τῷ δεσπότῃ δεόμενοι τυχεῖν συγγνώμης. ὁ δὲ παρείχετο πᾶσιν, οὐ μισῶν μᾶλλον, ἢ τῆς ἀνοίας ἐλεῶν, ὅτι ἀκινδύνως σώζεσθαι ἐνὸν, ἀπώλοντο τοῖς ὑπὲρ δύναμιν ἐπιχειροῦντες. ἡσύχασαν δὲ χρόνον οὐκ ὀλίγον, τὴν ὑπὸ δεσπότῃ δουλείαν οὐ μᾶλλον ὑπ' εὐγνωμοσύνης εὐμαρῶς φέροντες, ὅσον ὑπὸ δέους. τοῦ πρὸς ἀλλήλους δὲ τῶν βασιλέων αὖθις πολέμου 3.89 ἀναῤῥιπισθέντος, καὶ τοῦ νέου βασιλέως τοῦ Παλαιολόγου τῶν πραγμάτων ἄρξαντος, αὖθις οἱ Πελοποννήσιοι διὰ τὸ βασιλέα τὸν πατέρα πεπαῦσθαι τῆς ἀρχῆς δυνήσεσθαί τι πλέον οἰηθέντες, ἄλλως τε καὶ τῶν Ἀσάνη τοῦ Ἰσαακίου υἱῶν ἐναγόντων πρὸς τὸν πόλεμον, οἳ ἦσαν ἐκεῖ ὑπὸ βασιλέως τοῦ νέου ἐπιτροπεύειν πεμφθέντες τῆς Πελοποννήσου, σύμπαντες ὁμοῦ ἀπέστησαν δεσπότου, πλὴν μιᾶς πόλεως, ἧς φρουρὰ κατεῖχε τὴν ἀκρόπολιν ἀνάλωτον οὖσαν διὰ καρτερότητα τήν τε φυσικὴν καὶ τὴν κατεσκευασμένην. ὁ δὲ τῇ σφετέρᾳ χρώμενος δυνάμει μόνῃ, αὖθίς τε ἐκράτει συμπάντων καὶ τοῖς ὅπλοις