439
χρώμενος κατεδουλοῦτο. ἐξ ἐκείνου δὲ παντάπασιν ἀπειπόντες τὸ ἐκείνῳ πολεμεῖν, τήν τε πρὸς ἀλλήλους ἀσπάζονται εἰρήνην καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, καὶ τὰ μέγιστα ὠφέληνται ἐκ τούτου, ἐπὶ γεωργίας τραπόμενοι καὶ βοσκημάτων ἐπιμέλειαν, καὶ κτήσεις ἐκτήσαντο ἐν τοῖς ἀγροῖς πολλὰς, πρότερον καθ' ὃν ὁ δεσπότης ἀφῖκτο χρόνον οὐδενὸς ὄντος πλὴν τῶν πόλεων, καὶ τούτων ὑπὸ τῶν στάσεων διεφθαρμένων. Λατῖνοι δὲ οἱ πρίγγιπι ὑπήκοοι πρῶτα μὲν καὶ αὐτοὶ ὥρμηντο δεσπότῃ πολεμεῖν καὶ κακῶς ποιεῖν τὰς πόλεις, οὐδὲ πρότερον ἀμελοῦντες. εἰς τοὐναντίον δὲ ἅπαν τὸ τόλμημα ἐν ὀλίγῳ χρόνῳ ἐκείνοις περιέστη. μᾶλλον γὰρ αὐτοὶ κακῶς ἔπασχον κατὰ τὸν πόλεμον. συνιδόντες δὲ αὐτοῖς οὐκ ὀλίγα λυμαινόμενον τὸν πόλεμον, πρεσβείας ποιησάμενοι καὶ πολλὰ δεσπότου δεηθέντες, ἔπεισαν θέσθαι πρὸς αὐτοὺς σπονδὰς εἰρηνικὰς, ὥστε εἶναι ὑπηκόους μὲν πρίγγιπι, αὐτῷ δὲ φίλους καὶ συμμάχους, 3.90 καὶ ἔνδον τε Πελοποννήσου προθύμως συμμαχεῖν, ᾗ ἂν δέοιτο αὐτῶν, ἐκ τῶν οἰκείων τρεφομένους, καὶ ἐκτὸς ὁμοίως. ὅθεν μαχομένῳ τε πρὸς Πέρσας ναυσὶν ἐπιστρατεύοντας πολλάκις συνεμάχησαν, καὶ πολλῶν αὐτῷ τροπαίων ἐκοινώνησαν κατὰ βαρβάρων, καὶ εἰς Βοιωτίαν συνεισέβαλον πρός τινα τῶν ἐκεῖ δυναστευόντων Λατίνων πολεμοῦντι, Ῥουντζέρην Ντελωρίαν προσαγορευόμενον, πολλήν τε εὔνοιαν πρὸς αὐτὸν ἐκτήσαντο διὰ τὴν ἐπιείκειαν καὶ τὸ φιλάληθες. ἐν χρόνῳ γὰρ ἤδη οὐκ ὀλίγῳ οὐδέποτε οὐδὲν ἐφάνη τῶν ἐπηγγελμένων ἐψευσμένος. ὅθεν οὐδὲ ὅρκων δέονται, ἤν τι δέωνται ἐκείνου, ἀλλ' ἀξιόχρεως αὐτοῖς πρὸς πίστιν καὶ λόγος προϊέμενος ἁπλῶς. ἡ μὲν οὖν Πελοπόννησος οὕτως ἄγεται μέχρι νῦν ὑπὸ δεσπότου Μανουὴλ τοῦ Καντακουζηνοῦ πολλὰ ὠφελουμένη ἔκ τε ὧν τοῖς πολεμίοις ἀήττητος ἄχρι νῦν διατετέλεκε, καὶ τοῖς ὑπηκόοις προσηνὴς καὶ κηδεμονικός. ιδʹ. Βασιλεὺς δὲ καὶ πρὸς τὸν Αἰγύπτου καὶ Συρίας καὶ Ἰουδαίας Σουλτὰν ὑπὲρ τῶν ἐκείνῃ Χριστιανῶν πρεσβείαν ἐποιεῖτο. πρεσβευταὶ δὲ ἦσαν ἔκ τε τῶν Βυζαντίου πολιτῶν ὁ Σεργόπουλος Μανουὴλ καὶ ὁ τῶν Ἱεροσολύμων πατριάρχης Λάζαρος, ὃν ἔδει προστάγματι Σουλτὰν εἰς τὸν θρόνον ἀποκαταστῆναι. ἄλλως γὰρ οὐκ ἔξεστιν οὐδένα τῶν κατὰ τὰς πόλεις ἐπισκόπων, αἳ δουλεύουσι τούτοις τοῖς βαρβάροις, οὕτω συγκεχωρηκότος τοῦ θεοῦ διὰ τὸ πολλὰ ἡμᾶς τοὺς καλουμένους ἀπὸ Χριστοῦ αὐτῷ προσκεκρουκέναι καὶ προσ 3.91 κρούειν ἄχρι νῦν. οὗτος γὰρ δὴ ὁ πατριάρχης, ἔτι βασιλέως Ἀνδρονίκου περιόντος, ὑπὸ τῶν συνεπισκόπων ἐν τῇ ἁγίᾳ πόλει κεχειροτονημένος, ὥσπερ ἔθος, εἰς Βυζάντιον ἔπειτα ἀφῖκτο προβληθησόμενος καὶ παρὰ βασιλέως. Γερασίμου δέ τινος μοναχοῦ ἐκεῖθεν ὡρμημένου καὶ ἄλλων τινῶν πρὸς τὸ τόλμημα συναιρομένων, τοῦ πατριάρχου πρὸς συκοφαντίαν τινὰ αἰτιωμένου, δι' ἃ ἐδόκει δίκαιος ἀποχειροτονεῖσθαι, οὔθ' οὕτως ἔσχεν ὁ βασιλεὺς, ὥστε αὐτίκα διὰ τὸ αἰτιᾶσθαι Γεράσιμον ἀποχειροτονεῖν, οὔτε παντάπασιν ἠπίστει, ἀλλ' ἐν Βυζαντίῳ κελεύσας μένειν ἄχρις ἂν τὰ κατ' αὐτὸν ἐξετασθείη, πρεσβείαν ἐποιεῖτο πρὸς Σουλτὰν, ἅμα μὲν καί τινων πέρι ἀναγκαίων ἄλλων καὶ τῶν ἐν Αἰγύπτῳ Χριστιανῶν, οὐχ ἧττον δὲ καὶ τούτου ἕνεκα τοῦ πατριάρχου· καὶ ἐκέλευε τοῖς πρέσβεσιν ἐν Παλαιστίνῃ γενομένοις, ἐξετάζειν τὰ κατ' αὐτὸν μετὰ τῶν ἐπισκόπων. τοῦ βασιλέως δὲ ἐν τῷ μεταξὺ χρόνῳ τετελευτηκότος, καὶ τοῦ πρὸς βασιλέα τὸν Καντακουζηνὸν πολέμου κεκινημένου, καὶ ὁ πατριάρχης Λάζαρος ὑποπτευθεὶς ᾑρῆσθαι τὰ ἐκείνου, ὑπὸ πατριάρχου τοῦ Ἰωάννου ἐρήμην κατεψηφίσθη, οὔτ' ἐλέγχων, οὔτε συνόδου, οὔτε τινὸς ἑτέρου τῶν νομίμων δεηθέντος· ἀντ' ἐκείνου δὲ ὁ κατηγορῶν Γεράσιμος ἐπίσκοπος τῆς ἁγίας παρανόμως ἐχειροτονεῖτο πόλεως. Λάζαρος δὲ ὁ πατριάρχης οὕτως ἰδὼν ἑαυτὸν ἀτιμωθέντα ἐπ' οὐδεμιᾷ τὸ εὔλογον αἰτίᾳ κεκτημένῃ, ἀλλὰ διὰ τὸ πρὸς βασιλέα μόνον ἔχθος, ἄλλως θ' ὅτι καὶ 3.92 τῶν ἐπιτηδείων ἐχορήγουν οὐδὲν ὡς ἀπεῤῥιμμένον, καὶ γλίσχρως διέζη καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεῶς, ἐσκέπτετο πρὸς Καντακουζηνὸν τὸν βασιλέα διαδιδράσκειν μετὰ τὴν