τῷ Μενελάῳ, πρὸς ἀναλογίαν καὶ αὐτὰ τοῦ ὅλου σώματος. Καὶ σημείωσαι, ὅτικατὰ τοῦτον τὸν λόγον οὐδ' ἂν Ἀλεξάνδρου ψόγος εἴη τὸ ἀργύρεα ἤτοι λευκὰκαὶ καλὰ ἔχειν τὰ ἐπισφύρια. Ὅρα δὲ καί, ὅτι ἄλλο μὲν τὸ καλὰ σφυρὰ ἔχειν,ἄλλο δὲ τὸ καλλίσφυρος. τὸ μὲν γὰρ σύνθετον γυναικὸς ἐπίθετον, καλὰ δὲσφυρὰ ἰδοὺ καὶ ἐπὶ ἥρωος εἴρηται. σφυρὰ δὲ λέγεται τὰ ἀπολήγοντα πρὸς τῷἀστραγάλῳ καὶ ἐκ πλαγίου ἐξέχοντα, καθ' ὁμοιότητα, ὡς οἱ παλαιοί φασι, τῶνχαλκευτικῶν σφυρῶν. Ἰστέον δὲ καί, ὅτι ἐνταῦθα σαφῶς καὶ εὐτάκτως Ὅμηρος τὴν τῶν σφυρῶν τάξιν δηλοῖ εἰπών· «μηροὶ κνῆμαί τε καὶ σφυρὰ ὑπένερθεν», οἷςὑπόκεινται πόδες τὸ ἔσχατον, κατ' Ἀριστοτέλην εἰπεῖν, ὧν, φησί, τὸ μὲνἐσχισμένον κατὰ τὸ ἐμπρόσθιον δάκτυλοι, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος.Ἰστέον οὖν, ὅτι μηρῶν ὄντων, εἶτα κνημῶν, ἐπὶ δὲ ταύταις σφυρῶν, καὶτελευταῖον ποδῶν, ὁ εἰπὼν τὸ ὅλον πόδας ἐκ μέρους τὸ ὅλον ὀνομάζει, ὡς καὶἐπὶ ἄλλων πολλῶν γίνεται. (ῃ. 151) Ὅτι ὄγκους ὁ ποιητὴς ὀνομάζει τὰςἀκίδας, αἳ γωνιοῦσι τὸ βέλος, εἰπών· «ὡς δ' ἴδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸςἐόντας, ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσιν ἀγέρθη». καὶ προϊὼν δὲ ὀξέες ὄγκοι φησί.καὶ ἐν Ὀδυσσείᾳ δὲ σιδηροθήκην τινὰ ἢ βελοθήκην ὄγκιον καλεῖ. οἱ δὲ παλαιοίφασι καὶ οὕτως· ὄγκοι· γωνίαι, καὶ ὄγκαιον· ἀγγεῖον, τὸ καὶ ὄγκιον, ἐν ᾧ ἀκίδεςβελῶν. ἐκ δὲ τοῦ τοιούτου ὄγκου καὶ ἐπὶ ἀλαζονικοῦ ὀξύτητος ἡ μεταφορὰ γίνεται. Νεῦρον δὲ λέγει τὸ κύκλῳ σφίγγον τὴν τοῦ σιδήρου τοῦ βέλους ἐμβολήν.[Καὶ νῦν μὲν φυσικῶς ἡ λέξις ἔχει. ὅτε δέ τις ἀκολουθῶν παλαιᾷ χρήσει νεῦραπραγμάτων ἐρεῖ τὰ χρήματα, τροπικῶς ἔφρασεν, ὥσπερ καὶ ὁ εἰπὼν ἐκνενευρίσθαι τοὺς ἀσθενῶς ἢ ἀμελῶς περὶ τὰ πρακτέα ἔχοντας. καὶ ὁ μετενεγκὼν δὲἀπὸ τῶν νευροσπαστουμένων ζῴων τοὺς νευροσπάστας ὁμοίως ἐποίησεν, ὧνπαρώνυμος ἡ νευροσπαστικὴ τέχνη, ἐφ' ᾗ περίπυστος ἦν, φασί, Ποθεινὸς ὁ ἐξἈθηνῶν. τέχνη δὲ πάντως οὐ σπουδαία ἡ νευροσπαστική, ἀλλὰ τῶν κατ' εἶδος 1.724 παιδιᾶς. δῆλον δ' ὅτι ἀλλοπαθοῦς ῥήματος ὄντος τοῦ ἐκνευρίζειν προϋπόκειταιτὸ νευρῶ, τουτέστιν ἐνδυναμῶ.] (ῃ. 152) Ἰστέον δὲ καί, ὅτι τὸ «θυμὸςἀγέρθη», ὅ ἐστι συνήχθη, συντίθησι παρ' Ὁμήρῳ τὸ θυμηγερέειν. δῆλον δέ, ὡςὁ συναγερθεὶς θυμὸς φθάσας ἐξέλιπε, τοῦτο δὴ τὸ παρ' Ὁμήρῳ μὲν ὀλιγηπελέειν,παρὰ δὲ τοῖς ὕστερον ὀλιγοθυμεῖν καὶ λειποψυχεῖν, ὃ καὶ ὁ βασιλεὺς παθὼνδιὰ τὸν ἀδελφόν, εἶτα συνήγαγε θυμόν. ἐνέφηνε δὲ ὁ ποιητὴς τὸ ῥηθὲν λειποψύχημα διὰ τοῦ περὶ τὸν βασιλέα φόβου εἰπών· «ῥίγησε δ' ἂρ ἔπειτα ἄναξ ἀνδρῶν».(ῃ. 153) Ὅτι πένθους δηλωτικὸν τὸ «τὸν δὲ βαρυστενάχων μετέφη ὁ δεῖναχειρὸς ἔχων, ἐπεστενάχοντο δ' ἑταῖροι». (ῃ. 155 ς.) Ὅτι τὸ εἰς ἐπικίνδυνονμονομαχίαν ἐναγαγεῖν οἶον, ἤγουν μόνον, προστῆσαί φησιν ἐν τῷ «φίλεκασίγνητε, θάνατον νύ τοι ὅρκι' ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶμάχεσθαι». ἐκ δὲ τούτου καὶ προστατεῖν ῥῆμα τὸ πρὸ τῶν ἄλλων ἴστασθαι, εἰκαὶ μὴ εἰς μονομαχίαν, ἀλλ' οὖν εἴς τινα βοήθειαν. Ἰστέον δέ, ὅτι τὸ φίλεἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν, οὐχ' ὥστε μὴν καὶ περισπασθῆναι αὐτήν,ἀλλὰ κατὰ λόγον κοινῆς συλλαβῆς διὰ τὴν ὀξεῖαν, ὡς καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ ἔταμνον πρώτου προσώπου ἐστί, λέγοντος τοῦ βασιλέως, ὅτι θάνατόν σοιἔθυσα τοὺς γενομένους ὅρκους. Καὶ ὅρα τὸ καίριον τοῦ ὅρκια τάμνειν,περὶ οὗ προείρηται· δυνάμενος γὰρ εἰπεῖν ὅρκι' ἔτευξα, ὁ δ' οὐχ' οὕτως ἔφη,ἀλλὰ τὴν τοῦ τάμνειν λέξιν προέκρινε. Τὸ δέ «οἶον μάχεσθαι» προϋπάρχει τοῦμονομαχεῖν. Τὸ δὲ προστήσας ἔοικεν ἀπὸ ἱερείου ἐνταῦθα ληφθῆναι, ὃ πρὸἑτέρων ζῴων ἵσταται ἀγόμενον ἐπὶ σφαγῇ. (ῃ. 157) Ὅτι ὅπερ ἔφη πρὸτούτου πημῆναι ὅρκια καὶ δηλήσασθαι, ἐνταῦθα ὅρκια πιστὰ πατῆσαί φησι,δριμύτερον δὲ τοῦτο ἐκείνων. πολλὴν γὰρ δηλοῖ καταφρόνησιν τὸ πατῆσαι,ταὐτὸν ὂν τῷ ῥῖψαι οἷον εἰς πάτον, ἤγουν εἰς τρίβον, καὶ ἐπεμβῆναι ὑβριστικῶς.(ῃ. 158 ς.) Ὅτι ἀγαθὴ ἔννοια εἰς