440
ἐπάνοδον εἰς ∆ιδυμότειχον ἐκ τῆς ἑσπέρας. οὕτω δὲ δόξαν, πρὸς Γαλατᾶν τὸ Λατίνων φρούριον διαβὰς, τρόπον ἐπεζήτει, καθ' ὃν ἀφίξεται εἰς βασιλέα. οἱ δὲ ἐν Βυζαντίῳ ἄρχοντες φωράσαντες τὸν δρασμὸν, καὶ πατριάρχης ὁ Ἰωάννης, πέμψαντες εἰς Γαλατᾶν, ἐκέλευον Λατίνους πατριάρχην αὐτοῖς τὸν Ἱεροσολύμων ἐκδιδόναι. οἱ δ' αἵρεσιν αὐτῷ προὐτίθεσαν, ἢ κοινωνεῖν αὐτοῖς πρὸς τῶν δογμάτων τὴν διαφορὰν καὶ τὸν ἐπίλοιπον συνεῖναι χρόνον, ὡς νῦν τε αὐτῶν πολλὴν φιλοτιμίαν περὶ τῆς εἰς αὐτὸν εὐποιίας ἐπιδειξομένων, καὶ τοῦ Ῥώμης ἐπισκόπου ὕστερον εὐεργετήσοντος μεγάλα καὶ τοῖς ὑπ' αὐτὸν συναριθμήσοντος ἐπισκόποις, ἢ ἠπείλουν ἐκδιδόναι τοῖς αἰτοῦσιν, ὑφ' ὧν πείσεται ἀνήκεστα. ὁ δὲ οὐ τοσοῦτον ἔδεισε τὰς ἀπειλὰς, ὅσον τῆς ἐκείνων ἀνοίας κατεγέλα, εἰ μικρῶν ἕνεκα καὶ εὐκαταφρονήτων τῆς πατρίου δόξης ἤλπισαν ἀποστήσειν, ἀντηπείλησέ τε καὶ αὐτὸς, ὡς ῥᾷον ἂν αὐτὸς αὐτοὺς τῶν κακῶς μεταστήσειε δεδογμένων, ἢ αὐτὸς συναπαχθείη, ἢ μεγάλαις ἀγαθῶν ἐπαγγελίαις, ἢ τῶν πάνυ φοβερωτάτων ἀπειλαῖς. ἐπεὶ δὲ αὐτὸν ἀμεταθέτως εἶδον ἔχοντα, δεσμώτην ἐξεδίδουν τοῖς αἰτοῦσιν. οἱ δὲ ἤγαγον πρὸς πατριάρχην, προσδόκιμον ὄντα ἀφιλανθρώπως χρήσεσθαι αὐτῷ. ὁ δὲ τὴν ἀρετὴν τοῦ ἀνδρὸς αἰδε 3.93 σθεὶς, οὐδὲ γὰρ ἠγνόησεν ὅσα ἀντεῖπε τοῖς Λατίνοις ἐπὶ τὴν κοινωνίαν προκαλουμένοις, οὐδ' ὡς μᾶλλον εἵλετο ἀποθανεῖν, ἢ τῆς πατρίου δόξης ἀποστῆναι, προσιόντι τε ὑπανέστη, καὶ προσαγορεύσας ἡμέρως καὶ προσηνῶς, παρεκάθισέ τε καὶ ὁμιλίας ἠξίωσε πρεπούσης φίλῳ, ὁμολογητὴν ἐν ταῖς διαλέξεσιν ἀποκαλῶν. ἔπειτα ἀπέπεμπεν εἰς τὴν οἰκίαν, οὐδὲ ἴχνος ἐπιδεδειγμένος δυσμενείας, προνοίας δὲ ἠξίωσεν οὐδεμιᾶς. διὸ καὶ μετὰ μικρὸν, ἐπεὶ ὑπ' ἐνδείας οὐ μετρίως ἐπιέζετο, ᾤχετο ἀποδρὰς πρὸς βασιλέα, καὶ τόν τε ἐπίλοιπον τοῦ πολέμου χρόνον συνῆν φροντίδος ἀξιούμενος, καὶ μετὰ τὸ πάντων κύριον καταστῆναι εἰς Βυζάντιον ἐπανελθὼν, πολλῆς παρὰ βασιλέως ἀπήλαυε προνοίας. τοῦτον δὴ τὸν πατριάρχην μετὰ Σεργοπούλου ὕστερον πρὸς τὸν Σουλτὰν Αἰγύπτου πέμψας πρεσβευτὴν, ἄλλα τε ἠξίου τὸν Σουλτὰν ποιεῖν, ἃ ἐλυσιτέλει τοῖς ἐκεῖ Χριστιανοῖς, καὶ τὸν πατριάρχην εἰς τὸν θρόνον ἀποκαταστῆσαι, τὸν παρανόμως ἐπισκοποῦντα ἀπελάσαντα Γεράσιμον. Σουλτὰν δὲ τά τε ἄλλα φιλοτίμως πρὸς τὴν βασιλέως πρεσβείαν διετέθη, καὶ πάντα ἐξεπλήρου, ὧν ἐδέοντο οἱ πρεσβευταὶ, πολλὴν χάριν ὁμολογῶν περὶ τῆς εἰς αὐτὸν πρεσβείας. ἦν γὰρ θαυμάσιά τινα περὶ βασιλέως πεπυσμένος, καὶ τοῦ παντὸς ἐτιμᾶτο τὴν πρὸς αὐτὸν φιλίαν, καὶ τὸν πατριάρχην πρὸς τὴν ἁγίαν πόλιν πέμψας, ἐκέλευε τοῖς ἐκεῖσε τῶν βαρβάρων ἄρχουσι τὸν μὲν Γεράσιμον ἀπελαύνειν, Λάζαρον δὲ τὸν πατριάρχην ἄγειν διὰ τιμῆς, καὶ μηδὲν αὐτῷ παρενοχλεῖν τοῖς ἐν Παλαιστίνῃ Χριστιανοῖς ἐ 3.94 πισκοποῦντι. ἔπεμπε δὲ καὶ πρὸς βασιλέα γράμματα οὕτως ἔχοντα ἐν λέξει· «εἰς τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἐλεοῦντος καὶ ἐλεήμονος. μακροημερεύσοι ὁ θεὸς ὁ ὕψιστος πάντοτε τὰς ἡμέρας τῆς βασιλείας τοῦ μεγάλου, τοῦ εὐεργετικοῦ, τοῦ φρονίμου, τοῦ λέοντος, τοῦ ἀνδρείου, τοῦ ἐν πολέμοις ὁρμητικοῦ, εἰς ὃν οὐ δύναταί τις σταθῆναι ἔμπροσθεν αὐτοῦ, τοῦ σοφωτάτου εἰς τὸ δόγμα αὐτοῦ, τοῦ δικαιοτάτου εἰς τὸν τόπον καὶ τὴν χώραν αὐτοῦ, τοῦ θεμελίου τῆς πίστεως καὶ τοῦ δόγματος τῶν Χριστιανῶν, τοῦ κίονος τοῦ ἀσείστου ἁπάντων τῶν βεβαπτισμένων, τοῦ βοηθοῦ τῶν δογμάτων τοῦ Χριστοῦ, τῆς σπάθης τῶν Μακεδόνων, τοῦ Σαμψὼν, τοῦ βασιλέως τῶν Ἑλλήνων, τοῦ βασιλέως τῶν Βουλγάρων, τῶν Ἀσανίων, τῶν Βλάχων, τῶν Ῥώσων καὶ τῶν Ἀλανῶν, τῆς τιμῆς τοῦ δόγματος τῶν Ἰβήρων καὶ τῶν Σύρων, τοῦ κληρονόμου τῆς βασιλείας τῆς γῆς αὐτοῦ, τοῦ αὐθέντου τῶν θαλασσῶν καὶ τῶν ποταμῶν τῶν μεγάλων καὶ τῶν νήσων, Ἀγγέλου Κομνηνοῦ Παλαιολόγου τοῦ Καντακουζηνοῦ. πάντοτε ἡ βασιλεία σου τὸ θέλημα αὐτῆς νὰ τὸ ζητῇ ἀπὸ τὴν Σουλτανικὴν ἐξουσίαν μου, καὶ ἀπὸ τὸ ὀσπήτιόν μας τὸ ἡγιασμένον καὶ πεφωτισμένον, καὶ ὡς ἔχομεν πᾶσαν δύναμιν νὰ πληρῶμεν τὴν ἀγάπην τῆς βασιλείας σου, καὶ καθὼς εὑρίσκετο τῶν προγόνων τῆς