Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
κατελήφθησαν γὰρ, οὐκ ἀκράδαντον ἔχοντες τὸ γνήσιον, οὔτε μὴν ἀμώμητον εἰσάπαν τὸ εὐπαθὲς, κατεσκεδασμένοι δὲ μᾶλλον καὶ ἐσπαρμένοι, καθάπερ ἔφην ἀρτίως. 9Ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν. Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε, φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἴδετε ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Πάντες κύνες ἐν- νεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοί- την, φιλοῦντες νυσταγμὸν, καὶ ὡς κύνες ἀναι- δεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονὴν, καὶ εἰσὶ πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ αὐτό.9 ∆ιχῆ τοῖς γεγραμμένοις προσβαλεῖς· ἢ γὰρ θηρία φησὶν ἀτίθασσά τε καὶ ἀνήμερα, τοὺς ἐξ ἐθνῶν, ἅτε δὴ καὶ ὑπὸ τυράννῳ τεθραμμένα τοιούτῳ, τῷ διαβόλῳ φημὶ, καὶ οἷον ἐκτεθηριωμένοι, καὶ ζῶντες οὐκ ἀνθρωπίνως· ἤγουν θηρία καλεῖν ἔοικε τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ τῷ στόματι φαγόντας αὐτὸν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Καὶ εἰ μὲν τῶν ἐθνῶν ὡς θηρίων διαμέμνηται, φαμὲν αὐτοῖς προσπεφωνῆσθαι παρὰ Θεοῦ τὸ, ∆εῦτε, φά- γετε. Σημαίνει δὲ τοῦτο πᾶσαν αὐτοῖς ἀμφιλαφίαν δεδόσθαι παρ' αὐτοῦ τῶν ἱερῶν χαρισμάτων, καὶ παρατεθεῖσθαι τράπεζαν τὴν ζωοποιόν· κατεδηδό- κασι γὰρ καὶ αὐτοὶ τὸν ἄρτον τῆς ζωῆς, μέτοχοι γὰρ γεγόνασι τοῦ Χριστοῦ, καὶ σύσσωμοι τῶν ἁγίων, ὥστε καὶ χαίροντας λέγειν· "6Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης ἐκεῖ με κατ- εσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν."6 Ἔφη δὲ καὶ δι' ἑνὸς τῶν ἁγίων προφη- τῶν· "6Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον."6 Μακρὰν γὰρ ὄντες Θεοῦ γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως, οἱ ποτὲ πλανώμενοι καὶ τῆς ἱερᾶς ἐμπέ- πληνται τροφῆς· γέγραπται γὰρ, ὅτι "6Ἄρτος στηρί- ζει καρδίαν ἀνθρώπου."6 Εἰ δὲ δὴ θηρία νοοῖντο πρὸς 70.1252 ἡμῶν οἱ καταφαγόντες τὸν Ἰσραὴλ, τὸ ∆εῦτε, φάγετε, μονονουχὶ παραῤῥιπτοῦντός ἐστιν αὐτοῖς τοὺς ἠσεβη- κότας, καὶ οἷς τὸ παθεῖν πρέπει, καὶ μάλα εἰκότως· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὴν πίστιν οὐ προσηκάμενοι, καὶ γεγόνασι μακρὰν οἱ ἐγγὺς, καὶ λαὸς οὐκέτι Θεοῦ, κατεστυγημένοι δὲ μᾶλλον ὡς Κυ- ριοκτόνοι. Ἵνα δὲ μὴ φαίνηται Θεὸς κολάζων εἰκῆ, καὶ δίκας αἰτῶν τὰς ἐπ' οὐδενὶ, παρατίθησιν εὐθὺς τὰς αἰτίας, αἷς δὴ καὶ ἔνοχοι γεγονότες δέδονται πρὸς ὄλεθρον τοῖς ἐχθροῖς, ἤτοι τοῖς θηρσὶ πρὸς κατά- βρωμα. Ἴδετε γὰρ, φησὶν, ὅτι πάντες ἐκτετύφλωνται, οὐκ ἔγνωσαν φρονῆσαι. Τυφλοὶ γὰρ ὄντως οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ τῶν ἄλλων οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, καὶ οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς. Οὐ γὰρ παρεδέξαντο φῶς τὸ ἀληθινὸν, οὔτε μὴν ἠθέλησαν γνῶναι Χριστὸν, καίτοι βοῶντα σαφῶς ποτὲ μὲν, ὅτι "6Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,"6 ποτὲ δὲ πάλιν, "6Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλή- λυθα· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς."6 Ἐξὸν οὖν ἄρα καταπλουτῆσαι τὸ φῶς προσηκαμένους τὴν πίστιν, τοῦτο μὲν οὐ πεπράχασιν, ὡς δὲ ὁ προφήτης φησὶν, Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μεί- ναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτὴρ περί τε αὐτῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν, ὅτι "6Τυφλοί εἰσι καὶ τυφλῶν ὁδηγοί."6 Ἅπαντες τοίνυν ἐκτετύφλωνται, φησὶ, καὶ οὐκ ἔγνωσαν φρο- νῆσαι. Καὶ γὰρ ἦν κατὰ τὸ ἀληθὲς ἀνδρῶν ἐμφρό- νων καὶ συνετῶν, τὸ ἐπιδράξασθαι γοργῶς τοῦ τῆς σωτηρίας παρόντος καιροῦ· προέτρεπε γοῦν αὐτοὺς εἰς τοῦτο λέγων ὁ θεσπέσιος ∆αβίδ· "6∆ράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ ἐφ' ὑμᾶς."6 Ἐπειδὴ δὲ οὐκ ἐπεδράξαντο τῆς διὰ Χριστοῦ παιδείας, ἐξεκαύθη κατ' αὐτῶν ὁ θυμὸς, καὶ ἀπολώλασιν ἐξ ὁδοῦ δικαίας, τουτέστιν, ἔξω γεγόνασι πολιτείας εὐαγγελικῆς, δι' ἧς καὶ μόνης οἱ τῆς ἀρεσκούσης Θεῷ δικαιοσύνης ἐκλάμπουσι τρόποι. Πρὸς δέ γε τὸ εἶναι τυφλοὶ, φησὶ, καὶ κύνες ἦσαν ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοί- την, φιλοῦντες νυσταγμόν· ὡς ἐκ παραδείγματος