φυλακὴν ὅρκου τὸ «οὐ μέν πως ἅλιον πέλειὅρκιον καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουν αἷς ἐπείσθημεν. ἔστι δέ, ὡς καὶπροείρηται, τοῦ ἐπέπιθμεν πρῶτον ἑνικὸν πρόσωπον ὁ «ἐπέπιθον» δεύτεροςἸωνικὸς ἀόριστος, οὗ τὸ πληθυντικὸν συγκοπὲν Αἰολικῶς πεποίηκε τὸ ἐπέπιθμεν, ὅπερ οὐκ ἂν προφέροι τις πεζολογῶν. οἷον δέ τι παρὰ τοῖς παλαιοῖς ἡ τῶνδεξιῶν ἅψις, δηλοῖ καὶ ἡ Ὀδύσσεια. Σημείωσαι δ' ἐντεῦθεν, ὅτι ἐν τοῖς ὅρκοις 1.725 καὶ δεξιῶν ἥπτοντο, εἰ καὶ Ὅμηρος οἰκείῳ νόμῳ τοῦτο ἐσίγησεν ἐν τοῖςφθάσασιν, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ κατὰ σχῆμα ἀποσιωπήσεως. ὅτι δὲἐκ τῶν ῥηθεισῶν δεξιῶν καὶ τὸ φιλικῶς δεξιοῦσθαι εἴρηται καὶ ἡ κατὰ φιλίανδεξίωσις, δῆλόν ἐστιν. Οὐκ εἶναι δὲ ἅλιον τὸ ὅρκιον λέγει διὰ τὸ ὑπὸ θεοῦἐφορᾶσθαι καὶ τοὺς ὅρκους, ὡς καὶ πᾶσαν ἄλλην φιλοτήσιον δεξίωσιν. διὸ καθὰὅρκιος Ζεύς, οὕτω καὶ φίλιος ὁ αὐτὸς καὶ ἑταιρεῖος, καθ' ὅμοιον δὲ λόγον καὶὁμόγνιος, ὡς καὶ πατρῷος, πρὸς τούτοις δὲ καὶ ἑρκεῖος καὶ ἐφέστιος, ὁ καὶἐπίστιος Ἰωνικῶς, καὶ ὅσα δὲ ἄλλα τοιαῦτα κοινωνικὰ ὀνόματα, ἐν οἷς καὶ ὁξένιος καὶ ὁ φράτριος. (ῃ. 160-2) Ὅτι γενναίου στρατηγοῦ ἴδιον τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀλλ' ἐλπίζειν ἀεὶ τὰ χρηστότερα. οὕτως Ἀγαμέμνων, εἰκαὶ βεβλῆσθαι καιρίως οἴεται τὸν ἀδελφὸν καὶ ὡς τεθνηξόμενον πενθεῖ, ὅμωςπέποιθεν, ὡς εἰ καὶ μὴ αὐτίκα τετέλεσται κακὰ τοῖς ἐχθροῖς, ἀλλ' ὀψὲ γοῦντελεσθήσεται. λαλεῖ οὖν εὐέλπιδος ἀνδρὸς λόγους εἰπών· «εἴπερ γάρ τε καὶαὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν».εἶτα ἑρμηνεύων, τί δηλοῖ τὸ «σὺν μεγάλῳ», φησί· «σὺν σφῇσι κεφαλῇσιγυναιξί τε καὶ τεκέεσσιν». [Οὐ καινὸν δὲ τὸν ἠδικημένον Μενέλαον εὔελπιν εἶναι,εἴγε καὶ ὁ ἀλάστωρ Πάρις ἡττηθείς, ὡς εἴρηται, θαρρεῖ ἐσαῦθις νικῆσαι, καθὰπροεγράφη, τὸν ἀρηΐφιλον Μενέλαον.] (ῃ. 162) Ἰστέον δέ, ὅτι τὸ σφίσιν εἴτεθηλυκοῦ γένους εἴη εἴτε καὶ μή, ὥστε σημαίνειν τὸ αὐταῖς ἢ τὸ αὐτοῖς, διὰ τοῦˉι γράφεται παρὰ τῇ ποιητικῇ ἀκριβείᾳ, εἰ μή που, ὡς καὶ νῦν, ἀντὶ τοῦ ἰδίαιςλαμβάνεται. αὐτὸ γὰρ ἀπὸ τοῦ ὁ σφός, ἡ σφή, ταῖς σφαῖς, ἔχει τὸ ˉη ἐν τῇπαραληγούσῃ ὁμοίως τῷ ᾗσι φρεσί, καὶ σῇσι καὶ ὅσα τοιαῦτα. Τὸ δέ «ἀπέτισανσὺν σφῇσι κεφαλαῖς» ἐν Ὀδυσσείᾳ ἐλλειπτικῶς παραφράζων φησί· «σῷκράατι τίσεις». (ῃ. 161) Ὅρα δὲ καί, ὅτι ἐν τῷ «ἔκ τε καὶ ὀψὲ τελεῖ» καὶ ἐν τῷ»σύν τε μεγάλῳ ἀπέτισαν» χρόνοι ἀντὶ χρόνων συνήθως λαμβάνονται, ἤγουν 1.726 ἐνεστὼς καὶ παρῳχημένος ἀντὶ ἀληθοῦς μέλλοντος. τὸ γὰρ ἐκτελεῖ ἀντὶ τοῦπάντως ἐκτελέσει καὶ τὸ ἀπέτισαν ὁμοίως ἀντὶ τοῦ ἐξ ἅπαντος ἀποτίσουσιν.[(ῃ. 161 ς.) Ἰστέον δέ, ὅτι τὸ «σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλῇσι»καὶ ἑξῆς παροιμιακή τις τροπικὴ ἔννοιά ἐστι, μετενηνεγμένη ἀπὸ ἀκολουθίαςχρέους, δηλοῦσα, ὅτι τὸ χρέος, ὃ λαβόντες οἱ Τρῶες ἔχουσι πολλοὺς ἤδηἐνιαυτούς, ὅπερ ἐστὶν ἡ ἡρπασμένη Ἑλένη, ὀψέ ποτε ἀποτίσουσιν, ὡς οἷά τιἀρχαῖον, ἤγουν κεφάλαιον, ὀφειλῆς. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ σὺν μεγάλῳ καὶτόκῳ καὶ ποινῇ, τουτέστι προστίμῳ. τὰ δέ εἰσιν αἱ κεφαλαὶ τῶν ἁρπασάντων καὶἡ τῶν αὐτοῖς φιλτάτων αἰχμαλωσία. ὁμοιοῦται δέ πως τῇ τοιαύτῃ Ὁμηρικῇἐννοίᾳ ἐν τοῖς μετὰ ταῦτα τὸ «μὴ τὸ χθιζὸν Ἀχαιοὶ ἀποστήσωνται χρέος».](ῃ. 163-5) Ὅτι παραρρίπτει καὶ ἐνταῦθα τὴν τῆς Τροίας ἅλωσιν ὁ ποιητὴςπαραμυθούμενος ἀγωνιῶντα τὸν φιλέλληνα. παράγει γὰρ τὸν βασιλέα λέγοντα·»εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ'ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμοιο». σχῆμα δὲ καὶ τοῦτοπροαναφωνήσεως, ὅπερ παρῳδήσει τις καὶ ἐπὶ ἑτέραις ὑποθέσεσι προμαντευόμενός τι κακόν· οἷον ὅτι εὖ οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν, ὡς ἔσσεται ἦμαρ,ὅτ' ἄν ποτε τόδε γένηται. ἰστέον δέ, ὅτι οὐ παρέργως, ἀλλὰ καὶ λίαν περιέργωςεἶπεν ὁ ποιητὴς τὸ «ἔσται καιρός, ὅτε ὀλεῖται ἡ Τροία». κατὰ γὰρ τὸν Γεωγράφον καὶ ἑτέρους οὐδὲν ἴχνος ἐστὶ τῆς ἀρχαίας πόλεως. ἐκπεπορθημένων