Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἐναργοῦς τοὺς περὶ αὐτῶν ποιεῖται λόγους. Οἱ μὲν γὰρ ταῖς ποίμναις ἑπόμενοι κύνες κύκλῳ περινο- στοῦντες ἀεὶ, κρείττους εἰσὶ καὶ ὕπνου καὶ νυσταγ- μοῦ. Εἰ γάρ πού τι τῶν ἀτιθάσσων ὀφθείη θηρίων, καθυλακτοῦσιν εὐτόνως, καὶ παντὶ σθένει χρώμενοι τῶν θρεμμάτων ἀποσοβεῖν ἐπείγονται, καὶ τοῦτο ἔργον αὐτοῖς. Τούτοις ἐοικέναι χρὴ τοὺς τῶν λογι- κῶν ποιμνίων προεστηκότας, καθηγητὰς δηλονότι καὶ διδασκάλους, ὥστε κήδεσθαι καὶ τῶν ὑπεζευγ- μένων, καὶ ἀπελαύνειν τοὺς καθ' ὁντιναοῦν τρό- πον ἀδικεῖν ἐθέλοντας, καὶ ἀποφέροντας μὲν τῆς εἰς Θεὸν ἀγάπης, κατολιγωρεῖν ἀναπείθοντας τῆς εἰς αὐτὸν αἰδοῦς, εἰς δὲ τὸ αὐτοῖς δοκοῦν ἁρπάζοντας. Ἀλλ' οὐκ ἤθελον εἶναι τοιοῦτο τῆς Ἰουδαίων Συναγω-γῆς οἱ προεστηκότες· μᾶλλον γὰρ ἦσαν κύνες ἐννεοὶ, νυσταγμὸν φιλοῦντες, καὶ κοίτην ἐνυπνιαζόμενοι. 70.1253 Καίτοι γὰρ δέον τοῖς ὑπὸ χεῖρα λαοῖς εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τῶν ἑτεροδιδασκαλεῖν εἰωθότων τὰς ἐφόδους ἀποσοβεῖν, τοῦτο μὲν οὐκ ἔδρων, αὐτοὶ δὲ μᾶλλον αὐτοὺς τοῖς τῆς ἀπωλείας ἐνίεσαν βόθροις. Καὶ τοῦτο διδάξει λέγων ὁ τῶν ὅλων Θεός· "6Οἱ ἱε- ρεῖς σου οὐκ εἶπαν· Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχό- μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ."6 Οὐκοῦν ὥσπερ κύνες καθυλακτεῖν μὲν τῶν ταῖς ποίμναις ἐπηρεαζόντων οὐκ ἤθελον, ἐμιμοῦντο δὲ τῶν κυνῶν τὴν ἀναισχυντίαν, καὶ τὸ μὴ εἰδέναι πλησμονήν. Φιλόπλουτοι γὰρ ὄντες, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ δωροδοκίαις ἐπιγαννύμενοι παρηνόμουν, οἳ καὶ αἰσχυνόμενοι ψῆφον ἄδικον κα- ταφέροντες ἔσθ' ὅτε τῶν ἀδικούντων μηδὲν, δικαιοῦν- τες δὲ τὸν ἀσεβῆ, οὐ γὰρ ᾔδεισαν πλησμονὴν, τουτ- έστι, κόρον λημμάτων αἰσχρῶν δηλονότι· καὶ ἐπὶ τούτοις αὐτοὺς καὶ αὐτὸς ὁ Σωτὴρ ᾐτιᾶτο λέγων· "6Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ Τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον καὶ τὴν πίστιν."6 Ἔφη δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· "6Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη, νῦν δὲ φονευταί; Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχον- τες."6 Ναὶ μὴν καὶ ὁ θεσπέσιος Ἀββακοὺμ, ἐπ' αὐτῷ δὴ τούτῳ, μονονουχὶ καὶ δεδακρυμένως, προσεφώνει πρὸς Θεόν· "6Ἕως τίνος, Κύριε, Κύριε, κράξομαι καὶ [οὐκ] εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνατί μοι ἔδειξας κόπους, καὶ πόνους, ἐπι- βλέπειν ταλαιπωρίαν, καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο δι- εσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον."6 Οὐκ- οῦν τὸ μὲν φιλογρήγορον τῶν ἐν ἀγέλαις κυνῶν ζη- λοῦν οὐκ ἤθελον, ἀπεμιμοῦντο δὲ μόνον αὐτοὺς κατά γε τὸ εἶναι καταφρονητὰς μὲν ἁπάσης αἰδοῦς, ἐγκεῖ- σθαι δὲ ἀκορέστως ταῖς τῶν λημμάτων συλλογαῖς. Καὶ πρός γε τούτῳ, πονηροὺς αὐτοὺς εἶναί φησι, καὶ οὐκ εἰδέναι σύνεσιν. Οὐκοῦν ἀσύνετος ὁ πονηρός· ἡ γὰρ σύνεσις πρέποι ἂν μάλιστα τοῖς εἰωθόσιν ἀγαθουρ- γεῖν, πονηρία δὲ φρενὸς ἀπέστω τῆς ἀγαθῆς. Ἴσον γὰρ ἰδεῖν ψώραν τε καὶ ἕλκος ἐν σώματι, καὶ πο- νηρίαν εἰς νοῦν· ἀσύνετον γὰρ αὐτὸν ἀποφαίνει κα- ταφέρουσα πρὸς σκαιότητα, καὶ ἀποτελοῦσα δύστρο- πον. Ἐπειδὴ δὲ πονηροὶ γεγόνασι καὶ ἀσύνετοι, ταύτης ἕνεκα τῆς αἰτίας πάντες, φησὶν, ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ αὐτό· ἀφέντες γὰρ ὥσπερ τὸ εὐθὺ φέρεσθαι παντὸς ἀγα- θοῦ, καὶ τὸ δεῖν ἕπεσθαι τοῖς τεθεσπισμένοις, τοῖς σφῶν θελήμασιν ὅλας ὥσπερ ἀφέντες ἡνίας, ἔπραττον τὸ καθ' ἡδονὴν, καὶ οὐ καθ' ἕνα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τὸ αὐτὸ, τουτέστιν, ὁμοῦ καὶ κατὰ πληθύν. Εὑρήσομεν δὲ τοὺς τῶν Ἰουδαίων καθηγητὰς ἔκτοπά 70.1256 τε καὶ τοῖς θείοις ἀπᾴδοντα νόμοις, καὶ ἐν συλλόγοις αὐτῶν, καὶ συνεδρίοις