442
Ἱεροσόλυμα μετὰ τοῦ ἀποκρισιαρίου. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος διὰ τοὺς αἰχμαλώτους, οἵτινες εὑρίσκονται ἀπὸ τὴν χώραν τῆς Ῥωμανίας, ἵνα ἐλευθερώσωμεν αὐτούς. καὶ ἡμεῖς νὰ γνωρίσῃ ἡ βασιλεία σου, ὅτι τοιαύτην συνήθειαν ἀρχαίαν εἴχομεν διὰ τὰ αἰχμάλωτα, ὅτι νὰ γίνεται ἀνταλλαγὴ, καὶ νὰ ἀπολύωμεν ἡμεῖς ἐξ ὧν ἔχομεν, καὶ ἡ βασι 3.98 λεία σου πάλιν ἐξ ὧν ἔχει ἀφ' ἡμῶν σκλάβων νὰ πέμπῃ πρὸς ἡμᾶς. ὅμως ὡρίσαμεν καὶ ἐπληρώθη καὶ τὸ ζήτημα τοῦτο, καὶ ἠλευθερώσαμεν ὅσους ἐζήτησεν ὁ ἀποκρισιάριος, καὶ παρέλαβεν αὐτούς. πάλιν ἐζήτησεν ὁ ἀποκρισιάριος νὰ ἔναι ἀσφάλεια, εἰς τοὺς ἐρχομένους ἐδὼ ἀπ' αὐτοῦ πραγματευτὰς, καὶ ἐγροικίσαμέν το, καὶ ἐγένετο ὁρισμὸς, ἵνα ἀναδέχωνται τοὺς τοιούτους πραγματευτὰς, καὶ φυλάσσωσιν αὐτοὺς, καθὼς ἐζήτησεν ὁ ἀποκρισιάριος. καὶ μὲ τὸν ὑψηλότατον ὁρισμὸν, καὶ μὲ τὴν ἀπολογίαν ἐγυρίσαμεν τὸν ἀποκρισιάριον, καὶ ἃς γινώσκῃ τοῦτο ἀληθινὰ ἡ βασιλεία σου. καὶ ὅταν ἔχῃ θέλημα ἄς μας φθάνῃ μανδάτον, νὰ πληρώσωμεν τὸ θέλημα τῆς βασιλείας σου. ἡμεῖς πρότερον ἐγνωρίσαμεν ὅπως ὡς εἰσῆλθεν ἡ βασιλεία σου μὲ τὸν ὁρισμὸν τοῦ θεοῦ, καὶ μετὰ ἰσχύος μεγάλης εἰς τὴν πόλιν, οὐδὲν ἐμνήσθης κακῶν, ἀλλὰ ἐφύλαξες τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐσυνεπάθησες τοὺς ἐχθρούς σου, καὶ ἐχάρημεν εἰς τοῦτο πολλὰ, καὶ ἐπαινέσαμεν τὴν βασιλείαν σου. τῶρα πάλιν ἐμάθαμεν τοῦτο πλατύτερα καὶ καθαρώτερα καὶ ἀπὸ τὸν πατριάρχην τὸν Λάζαρον καὶ ἀπὸ τὸν ἄρχοντα τὸν ἀποκρισιάριον τὸν Μανουὴλ, καὶ τὸ πῶς τὸν ἔδωκες τὴν θυγατέρα σου, καὶ ἐποίησες αὐτὸν υἱόν σου καὶ γαμβρόν σου, καὶ εἰς αὐτὸ πλεώτερον ἐχάρημεν, καὶ ὁ θεὸς τὴν καρδίαν σου νὰ τὴν πλατύνῃ, καὶ τὴν χώραν σου εἰς τὸ ἓν ἑκατὸν νὰ τὴν ποιήσῃ, καὶ τὸ σπαθίν σου εἰς τοὺς ἐχθρούς σου φοβερὸν νὰ τὸ ποιήσῃ. 3.99 ὁ θεὸς ὁ ὕψιστος νά σε διακρατῇ, καὶ νὰ εὐτυχῇς ἀπὸ τοῦ ἐλέους του καὶ ἀπὸ τῆς εὐεργεσίας του. ναὶ ἄμποτε θεὲ ὑψηλέ. ἐγράφη εἰς τὰς δεκαπέντε τοῦ Σααπὰν, τῷ ἑπτακοσιοστῷ πεντηκοστῷ ἔτει τοῦ Μαχούμετ. ἐγράφη κατὰ τὸν ὁρισμὸν τὸν ὑψηλόν. δόξα τῇ μεγάλῃ δόξῃ τοῦ μόνου θεοῦ. εὐχαὶ καὶ προσκυνήματα εἰς τὸν αὐθέντην ἐκεῖνον τὸν Μαχούμετ, μετὰ τῶν μαθητῶν του τὸ ἐντιμότερον πλάσμα τοῦ θεοῦ. εὐχαριστῶ τὸν θεὸν παντοκράτορα ὁποῦ ἐλπίζω εἰς ἐκεῖνον.» καὶ ταῦτα μὲν τὰ τοῦ Σουλτάν. ιεʹ. Γεράσιμος δὲ ἐπεὶ ἐξηλαύνετο τῶν θρόνων, ὥρμητο μὲν αὖθις, ὡς ἐπὶ Σουλτὰν ἐλθὼν, καταψεύσοιτο τοῦ πατριάρχου καὶ πείσοι τοῦ θρόνου ἐξελαύνειν. μετὰ τρίτην δὲ ἡμέραν τῆς ἐκ τῆς ἁγίας πόλεως ἀποδημίας ἐτελεύτα κατὰ τὴν ὁδὸν, οὕτω τοῦ θεοῦ δικάσαντος, ὡς ἂν δικαίῳ θανάτῳ πειρασμῶν ἀδίκων ὁ δίκαιος ἀπαλλαγείη. χρόνον μὲν οὖν οὕτως οὐ μικρόν τινα ὁ πατριάρχης διήγαγεν ἐπὶ τῶν θρόνων. τοῦ δὲ Σουλτὰν ἐκείνου τετελευτηκότος, ἄρχων ἕτερος ἀνεδείκνυτο, ὃς ὑπ' οὐδεμιᾶς αἰτίας προφανοῦς πρὸς τὸν κατὰ Χριστιανῶν κεκίνητο διωγμὸν, Σειχοῦν τινος τῶν παρ' αὐτῷ δυνατωτάτων ἀρχισατράπου πρὸς τὸ ἔργον μάλιστα ἐνάγοντος καὶ χαλεπωτάτου Χριστιανοῖς γεγενημένου πᾶσι, πλὴν τῶν ἐκ τῆς αἱρέσεως Ἰακώβου, πολλῶν ὄντων μάλιστα ἐν τῇ ἁγίᾳ πόλει καὶ κατ' Αἴγυπτον καὶ Συρίαν καὶ ἀρχιερέα ἰδίᾳ τῆς αὐτῆς αἱρέσεως ἐχόντων. ἐφείδετο δὲ αὐτῶν οὐ μᾶλλον 3.100 δι' εὐγνωμοσύνην ἢ δέος. λέγεται γὰρ, ὡς πρὸς τὴν Νείλου δίοδον μέγα ἔθνος ἐστὶ κατῳκισμένον τὴν Ἰακώβου πρεσβεῦον αἵρεσιν καθάπαξ, οὓς ἀνάγκην ἔχει θεραπεύειν ὁ Σουλτὰν Αἰγύπτου διὰ τὸ δύνασθαι τὸν Νεῖλον ἐπ' ἄλλην γῆν μετοχετεύειν. ὃ εἰ γένοιτο, σύμπασα ἄρδην Αἴγυπτος καὶ ἡ ἄλλη Συρία ἀπολοῦνται τρεφόμεναι ὑπ' ἐκείνου φιλοτίμως. δι' ἣν αἰτίαν καὶ τότε οἱ βάρβαροι τοῖς Ἰακώβου αἱρεσιώταις μόνοις ἦσαν εὐμενεῖς. τοῖς δ' ἄλλοις ἅπασιν οὕτως ἐπετέθησαν σφοδρῶς, ὡς πολλοὺς μὲν τῷ διὰ μαρτυρίου τέλει παραπέμψαι ποικίλαις καὶ διαφόροις κολάσεων ἰδέαις, οὐκ ὀλίγους δὲ καὶ τῆς εἰς Χριστὸν ἀποστῆσαι πίστεως καὶ τῆς σφετέρας πεῖσαι ἔχεσθαι θρησκείας, ὃ καὶ μάλιστα δακρύων ἄξιον, ὅσοι δῆτα καὶ μετὰ τῆς εἰς Χριστὸν πίστεως συναπήγοντο τῷ πονηρῷ διὰ τῶν ἔργων καὶ τῆς