443
αὐτῆς ἐκείνῳ γεέννης ἦσαν κληρονόμοι. οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ὀρθοῦ βίου μετὰ τῆς πίστεως ἐχόμενον ναυαγῆσαί ποτε περὶ τὴν πίστιν, τῆς παρὰ θεοῦ ἐπικουρίας ἔρημον γενόμενον. ὅτε δὴ καὶ Λάζαρον τὸν πατριάρχην συλλαβόντες, πρῶτα μὲν πολλαῖς ὑπήρχοντο θωπείαις καὶ παραλύειν τὸν τόνον ἐπειρῶντο καὶ τῆς εἰς Χριστὸν ἀπάγειν πίστεως, νομίζοντες, ἂν τοῦτον ἕλωσι, πάντας ὑπάξεσθαι Χριστιανοὺς πρὸς ἄρνησιν αὐτίκα τοῦ Χριστοῦ, τῷ σφετέρῳ προστάτῃ τῆς πίστεως ἑπομένους, καὶ μὴ ἀναγκασθήσεσθαι ἀποκτιννύναι. μᾶλλον γὰρ ἠβούλοντο μεταστήσαντες τῆς πίστεως ζῶντας ἔχειν, ἢ ἀναιρεῖν, ἐξ ὧνπερ 3.101 οὐδεμία ὄνησις. ὡς δὲ οὐδεμία τις αὐτοῖς ἐκ τοῦ ἐκεῖνον κολακεύειν ὑπεφαίνετο ἐλπὶς, πάντα γὰρ ἐκεῖνος μᾶλλον ἕτοιμος ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως ὑπομένειν ἦν, καὶ δημίων ἐξεκαλεῖτο χεῖρας, καὶ ξεσμοὺς καὶ στρεβλωτήρια ἐδόκει μᾶλλον ποθεῖν, καὶ «οὐδὲν τῶν ὄντων» ἔλεγε «τῆς εἰς Χριστόν με δυνήσεται πίστεως ἀποστῆσαι,» ἀπεγίνωσκον μὲν οἱ βάρβαροι τὴν μετάθεσιν, καὶ τὸ κολακεύειν ὥσπερ τι τῶν ἀχρήστων ἀπετίθεντο, ἐχώρουν δὲ ἐπὶ τὴν σύντροφον ὠμότητα καὶ φίλην, καὶ Σειχοῦν μὲν θάνατον εὐθὺς κατεψηφίζετο τοῦ πατριάρχου, Σουλτὰν δὲ, ὡς ἐλέγετο, ἐδεῖτο μὴ ἀποκτιννύναι, ἀλλὰ τρόπον ἕτερόν τινα τῆς ἀπειθείας ἕνεκα κολάζειν. οὐ γὰρ τοσοῦτον ἦν βαρὺς Χριστιανοῖς ἐκεῖνος, μᾶλλον δὲ ἐλέγετο καὶ ἄχθεσθαι ἀναιρουμένων, ὅσον Σειχοῦν, τὸ τοῦ πονηροῦ πονηρότερον οἰκητήριον, ὁ τῆς ἀπωλείας υἱὸς, ὃς τῷ ἀνθρωποκτόνῳ πατρὶ πειθόμενος κατάκρας, κόρον οὐδένα κτεινομένων ἐλάμβανε Χριστιανῶν, ἀλλ' ἤχθετο μᾶλλον, ὅτι μὴ ταχέως τὸ τοῦ Χριστοῦ ὄνομα τῆς γῆς ἠδύνατο ἐξελαύνειν. ἡ μὲν οὖν τοῦ ἀποκτείνειν ψῆφος ἐκωλύετο· πληγὰς δὲ ἐκέλευε Σειχοῦν ἐπὶ γυμνῶν τῶν σαρκῶν βουνεύροις ἐντείνειν πεντακοσίας. ᾤετο γὰρ οὐκ ἀντισχήσειν πρὸς τοσοῦτον πλῆθος, ἀλλὰ πρὶν εἰς τέλος ταύτας ἥκειν, ἀπολείψειν αὐτὸν τὸ ζῇν, ὅσον εἰς τὴν ἀνθρωπίνην δύναμιν ἀποσκοπῶν. ἐπεὶ δὲ οἱ δήμιοι διαλαβόντες ᾔκιζον καὶ οἱ μὲν πρὸς τὸ πλῆθος ἔκαμνον τῶν πληγῶν, ὁ ἀθλητὴς δὲ τὸν νοῦν 3.102 πρὸς ὃν ἐπόθει Χριστὸν εἶχε καὶ τὴν ἐκεῖθεν βοήθειαν ἐξεκαλεῖτο, οὐδὲν ἀγεννὲς οὔτε πράττων, οὔτε φθεγγόμενος πρὸς τὰς πληγὰς, ὁ τύραννος ἔτι μᾶλλον ἐξαπτόμενος ὑπὸ θυμοῦ, καὶ ὥσπερ ἑαυτοῦ μαλακίαν καὶ μικρολογίαν καταγνοὺς, καὶ ἑτέρας τοσαύτας ἐκέλευεν ἐντείνειν. θᾶττον δὲ ἢ λόγος τὰ κεκελευσμένα πραττόντων τῶν δημίων, αἵμασι μὲν τὸ ὑποκείμενον ἅπαν ἔδαφος ἐφοινίσσετο, σάρκες δὲ κατέῤῥεον ἀποσπώμεναι καὶ νεῦρα κατελείπετο καὶ ὀστέα γυμνὰ σαρκῶν. ὁ πατριάρχης δὲ πρὸς τοσαύτην ἀπειπὼν τῶν δεινῶν ἐπιφορὰν, ἔκειτο μικρὸν ἐμπνέων, καὶ τοῖς βαρβάροις ἔκπληξιν ἐνεποίει, ὅτι πρὸς τοσαύτας διαρκέσειεν αἰκίας. ἔπειτα ἠρώτων αὖθις, εἰ μὴ τοῖς Σουλτὰν προστάγμασιν εἴκων, τῆς εἰς Χριστὸν πίστεως ἀποστῆναι βούλοιτο καὶ συμμετέχειν αὐτοῖς πρὸς τὴν θρησκείαν· ὡς δ' ἐκεῖνος μετὰ παῤῥησίας ἀπηγόρευε, καὶ «οὐδέν με τῆς εἰς Χριστὸν» ἔφασκε «πίστεως δυνήσεται ἀποστῆσαι,» ἐπί τι δεσμωτήριον, ὃ τοῖς ἐπὶ θάνατον ἐξῄρητο κατεγνωσμένοις, φέροντες ῥιπτοῦσιν, ὡς, εἰ μὴ νῦν ἐκ τῶν πληγῶν, ἀλλ' ὕστερον τὴν διὰ ξίφους σφαγὴν ὑποστησόμενον. οἱ συνδεσμῶται δὲ, ἦσαν γὰρ οὐκ ὀλίγοι ἐκ βαρβάρων ἐφ' ἑτέραις δή τισιν αἰτίαις κατεψηφισμένοι ἀποθνήσκειν, φιλάνθρωπόν τι παθόντες καὶ τὴν ἀνθρωπίνην φύσιν κατοικτείραντες, πρόνοιάν τε ἐποιήσαντο αὐτοῦ οὐ τὴν τυχοῦσαν· καὶ πρὸς θεραπείας τοιούτων παθημάτων ἐμπείρως ἔχοντες, ἀνεκτήσαντό τε διὰ χρόνου καὶ τῶν ἐκ τῶν πληγῶν 3.103 ἀπήλλαξαν τραυμάτων. ἦν δὲ ἔτι ὑπὸ τὴν θανατηφόρον δίκην. ὁ δὲ τῶν Ἰακώβου αἱρεσιωτῶν ἀρχιερεὺς, καίτοι πρότερον διὰ τὸ περὶ τὴν δόξαν διαφέρεσθαι ἀπεχθῶς πρὸς ἐκεῖνον ἔχων καὶ ἡδέως ἂν ἰδὼν διεφθαρμένον, ὡς παρὰ δόξαν εἶδεν ὕστερον διασωθέντα, οὐ δυνάμεως ἀνθρωπίνης, θείας δὲ εἶναι τὰ γεγενημένα οἰηθεὶς, ὡς ἀθλητῇ τε προσεῖχεν ἐξ ἐκείνου, καὶ πᾶσαν προσῆγε τιμὴν καὶ θεραπείαν, καὶ τῶν ἐπιτηδείων τὴν χορηγίαν ἐποιεῖτο φιλοτίμως καθ' ὅσον