444
χρόνον ἐδεσμεῖτο. καὶ μετὰ χρόνον οὐκ ὀλίγον Σειχοῦν τὴν ψυχὴν ἀποῤῥήξαντος βιαίως, αὐτὸς τὸν πατριάρχην ἐξῃτεῖτο παρὰ Σουλτὰν, καὶ ἐξῆγε τοῦ δεσμωτηρίου καὶ τὴν ἄδειαν τοῦ ἐμπολιτεύεσθαι τῷ Χριστιανῶν θρησκεύματι παρείχετο. ἦν γὰρ δὴ, ὥσπερ ἔφημεν, ὁ Σουλτὰν οὐκ οἴκοθεν ἐπὶ τὸν διωγμὸν κεκινημένος, ἀλλ' ὑπὸ Σειχοῦν καὶ παρὰ γνώμην ἐναγόμενος. διὸ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν εὐθὺς ἐπέπαυτο, ἀτιμίαν μόνον Χριστιανῶν κατεψηφισμένος, τῆς τε ἄλλης ἰσοπολιτείας τοῖς βαρβάροις οὐ μεταδιδοὺς, ἀλλ' ἐν δοριαλώτων ἄγων μοίρᾳ καὶ ἐπίσημόν τι χρῶμα φέρειν ἐν ταῖς στολαῖς προστεταχὼς, ἵν' εἶεν ἐκ τοῦ χρώματος κατάδηλοι ὄντες Χριστιανοὶ, τινὰ ὀνειδισμὸν ἐκ τούτου προστρίβεσθαι οἰόμενος αὐτοῖς. τοῖς δὲ οὐκ ἀτιμότερον ἐκεῖνο δοκεῖ τὸ χρῶμα, ἢ τῶν Παύλου διὰ Χριστὸν στιγμάτων, οἷς αὐτὸς ἐκαλλωπίζετο, «τὰ στίγματα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώματί μου» λέγων «περιφέρω.» Λάζαρος δὲ 3.104 ὁ πατριάρχης τῆς ἁγίας πόλεως οὐκ ὀλίγον χρόνον μετὰ τὰς αἰκίας τὴν πιστευθεῖσαν ποίμνην διϊθύνας, πρεσβευτὴς ὑπὸ Σουλτὰν ἐπέμφθη πρὸς βασιλέα Ἰωάννην τὸν Παλαιολόγον ὕστερον. τὰ μὲν οὖν κατὰ τὸν Ἱεροσολύμων ἱεράρχην οὕτως ἔσχεν ἄχρι τέλους ἀπ' ἀρχῆς. Ἰσίδωρος δὲ ὁ τὴν Βυζαντίων ἐκκλησίαν μετὰ Ἰωάννην λαχὼν ἰθύνειν, ἄλλους τε οὐκ ὀλίγων πόλεων ἀρχιερεῖς ἐχειροτόνει, καὶ Γρηγόριον τὸν Παλαμᾶν Θεσσαλονίκης. ὃν ἐπεὶ εἰς τὴν λαχοῦσαν ἔδει στέλλεσθαι, ὁ βασιλεὺς γράμμασιν ἐφωδίαζε πρὸς τοὺς ἐν Θεσσαλονίκῃ ἄρχοντας, οἳ ἦσαν πρωτοσέβαστός τε ὁ Μετοχίτης Ἀλέξιος καὶ Ἀνδρέας ὁ ἐπὶ τῆς τραπέζης Παλαιολόγος, κελεύοντα τὸν ἀρχιερέα μετὰ πάσης εὐνοίας δέχεσθαι καὶ τιμῆς. οἱ δὲ οὔτε τοῖς βασιλέως γράμμασιν ἐπείθοντο, οὔτε τὸν ἀρχιερέα εἰσεδέχοντο, ἀλλ' ἀναφανδὸν ἀπεῖπον τὸ ὑπὸ βασιλέα εἶναι, πρόφασιν μὲν, ὡς τῷ Παλαιολόγῳ βασιλεῖ προσκείμενοι καὶ διὰ τοῦτο Καντακουζηνῷ τῷ βασιλεῖ πολεμοῦντες, ἐκεῖνον ἀφῃρημένῳ τὴν ἀρχήν· τῇ δ' ἀληθείᾳ, ἑαυτοῖς ἰδίᾳ τὴν Θεσσαλονίκης ἀρχὴν περιποιοῦντες. συνιδόντες γὰρ, ὡς οὔτε βασιλεῖ ῥᾴδιον αὐτοῖς ἐπιέναι διὰ τὸ Μακεδονίαν πλὴν Θεσσαλονίκης ἤδη πᾶσαν ὑπὸ Κράλη ἔχεσθαι, καὶ μεγάλης δεῖσθαι τῆς παρασκευῆς, εἰ μέλλοι διὰ πολεμίας τε ἰέναι καὶ ἐν μέσῃ στρατοπεδεύεσθαι πολεμίᾳ, αὐτοὺς πολιορκοῦντα, ἃ ἐνόμιζον ἀδύνατα, τόν τε Κράλην οὐ χρήματα μόνον, ἀλλὰ καὶ αὐτὴν, εἰ οἷόντε εἰπεῖν, 3.105 τὴν φίλην προησόμενον ζωὴν ὑπὲρ τοῦ κύριον Θεσσαλονίκης εἶναι, ἐσκέψαντο βασιλέα μὲν ἀπωθεῖσθαι καὶ μὴ ὑπ' αὐτὸν τελεῖν, ἀπειλεῖν τε, εἰ μὴ ἐῴη ἡσυχάζειν, ὡς παραδώσουσι Τριβαλοῖς τὴν πόλιν, Κράλην δὲ φενακίζειν, ὡς, ἐπειδὴ τοῦ Ῥωμαίων βασιλέως ἀφεστήκασι, ῥᾳδίως προσχωρήσουσιν αὐτῷ, καὶ διὰ τούτου πείθειν μὴ μᾶλλον πολεμεῖν, ἢ εὐγνωμοσύνῃ καὶ ἐπιεικείᾳ προσάγεσθαι πειρᾶσθαι, καὶ οὕτως ἑκατέρους δι' ἀλλήλων ἀποκρουομένους, τὴν πόλιν αὐτοὶ καρποῦσθαι· ἃ ἀπέβαινεν αὐτοῖς κατὰ γνώμην ἐπὶ χρόνον. Γρηγόριος μὲν οὖν ὁ Θεσσαλονίκης ἀρχιερεὺς, ἐπεὶ μὴ εἰσεδέχετο παρὰ τῶν ἀρχόντων, εἰς Λῆμνον διέτριβεν ἀναστρέψας, καὶ προνοίας παρὰ βασιλέως τῆς δεούσης ἠξιοῦτο. οἱ δὲ ἐν Θεσσαλονίκῃ ἄρχοντες καὶ μάλιστα Παλαιολόγος, τὸ Ζηλωτικὸν ἔχων περὶ ἑαυτὸν, φοβερὸς τοῖς ἄλλοις πολίταις ἦν ἐκ τῶν πρότερον παραδειγμάτων, καὶ πάντες ὑπεπτήχεσαν καὶ οὐδὲν ἐτόλμων ἀντιγρύζειν. διὸ καὶ μετὰ μικρὸν βασιλέως ἐπιεικείᾳ καὶ εὐεργεσίαις προσάγεσθαι τὴν πόλιν βουλομένου, βιάζεσθαι γὰρ τοῖς ὅπλοις οὐκ ἐξῆν, καὶ θεσπίσματα πέμψαντος ἐπ' εὐεργεσίαις κοιναῖς τε καὶ ἰδιωτικαῖς, ὁ Παλαιολόγος τῶν πάντα τολμώντων συνεφαπτομένων Ζηλωτῶν, ἐπὶ μέσης κατέκαυσε τῆς πόλεως. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται ὀλίγῳ. ιʹ. Τότε δὲ ἐπεὶ Ἰσίδωρος ὁ πατριάρχης ἐτεθνήκει, τοῖς 3.106 θρόνοις ἐπ' ἔτεσι δυσὶν ἐνδιαπρέψας καὶ τὸ ποίμνιον ποιμάνας θεοφιλῶς, τὸν Κάλλιστον ὁ βασιλεὺς τοῖς πατριαρχικοῖς θρόνοις ἐφιστᾷ, τῇ κατὰ τὸν Ἄθω μονῇ τῶν Ἰβήρων μετὰ τὴν ἐκ τοῦ κόσμου ἀναχώρησιν ἐνδιατρίψαντα. ὃν ἐπεὶ ἐπύθετο ἀρετῆς ἀντιποιεῖσθαι καὶ πρὸς τὴν τοιαύτην διακονίαν εἶναι ἐπιτήδειον,