445
ἤγαγεν εἰς Βυζάντιον τριήρη πέμψας. ἀχθομένων δὲ τῶν ἀρχιερέων πρὸς τὴν αἵρεσιν, οὐ πάντων, καὶ ἄλλων ἄλλον προβαλλομένων, σπουδὴν πολλὴν εἰσενεγκὼν, πάντας ἔπειθεν ὁ βασιλεὺς συνθέσθαι· καὶ ἐχειροτονεῖτο τῶν ἄλλων προκριθείς. ὁ βασιλεὺς δὲ καὶ πρότερον καὶ κατὰ τὸν τοῦ πολέμου χρόνον, ἐπεὶ ὑπὸ Ῥωμαίων κατεστασιάσθη, ἄκων μὲν καὶ πρὸς ἀνάγκην πολέμοις προσέχων καὶ λεηλασίαις, ἄλλως γὰρ αὐτόν τε καὶ τοὺς συνόντας οὐδαμῶς διασώζεσθαι ἐνῆν, ἡδέως δὲ ἔχων πραγμάτων ἀπαλλάττεσθαι, καὶ τοῦ παντὸς τιμώμενος τὸ συζῇν ἀπραγμοσύνῃ, καὶ ὕστερον μετὰ τὸ τῶν πραγμάτων ἄρξαι ἀχθόμενος πρὸς τὸν θόρυβον τὸν ἀπὸ τῆς ἀρχῆς, καὶ βίου γαληνοῦ καὶ ἀπράγμονος ἐρῶν, ἐσκέψατο μετὰ Εἰρήνης βασιλίδος τῆς γυναικὸς τὴν μὲν βασιλείαν γαμβρῷ τῷ βασιλεῖ παραδοῦναι, αὐτοὺς δὲ ἀναχωρεῖν τῶν πραγμάτων καὶ μοναχῶν ἑλέσθαι βίον. καὶ βασιλίδα μὲν συνέθεντο τὴν Εἰρήνην πρὸς τὸ τῆς Μάρθας προσαγορευόμενον μοναστήριον, ἣ βασιλέως ἦν ἀδελφὴ τοῦ πρώτου τῶν Παλαιολόγων Μιχαὴλ, γενέσθαι, ὡς βασιλεῖ προσῆ 3.107 κον ἐκ πρώτου κλήρου, καὶ μοναχῶν ἐνδυσαμένην σχῆμα, τὸν ἐπίλοιπον βίον διανύειν· βασιλέα δὲ τῷ τῆς Ἡρακλείας ἐπισκόπῳ τῆς ἐν Θρᾴκῃ φιλοθέῳ ὑποτάξαντα ἑαυτὸν, οὐ μόνον διὰ τὴν ἄλλην σύνεσιν καὶ παιδείαν τήν τε ἔξω καὶ τὴν καθ' ἡμᾶς, ἀλλ' ὅτι καὶ τῷ μονήρει βίῳ ἐκ πρώτης ἡλικίας, ὡς εἰπεῖν, ἐκδοὺς, τῇ τε σπουδῇ καὶ τῷ περὶ τὴν ἄσκησιν χρονίῳ πολλὴν περὶ τὰ τοιαῦτα πεῖραν ἔσχεν, ὡς καὶ τῆς ἱερᾶς ἐξηγεῖσθαι λαύρας τῆς ἐν Ἄθῳ παρὰ τῶν ἐκεῖ πατέρων ἐγκριθῆναι, καὶ πρὶν ἐπίσκοπον γενέσθαι, καὶ ἑτέροις ἐδόκει τὰ τοιαῦτα παιδοτριβεῖν εἶναι ἱκανὸς, παρὰ τὸ τοῦ ἁγίου Μάμαντος φροντιστήριον θέσεως ἔχον εὐφυῶς, καὶ ἐρημίας ἀπολαῦον ὡς ἐν πόλει μάλιστα, τῆς ψυχῆς ἐκεῖ φροντίζειν γενομένους, καὶ περὶ τῶν τῇδε πεπραγμένων ἐξιλάσκεσθαι θεόν. συνείποντο δὲ αὐτῷ πρὸς τὴν ἐκ τοῦ βίου ἀναχώρησιν καὶ Καβάσιλας Νικόλαος καὶ ∆ημήτριος ὁ Κυδώνης, σοφίας μὲν εἰς ἄκρον τῆς ἔξωθεν ἐπειλημμένοι, οὐχ ἧττον δὲ καὶ ἔργοις φιλοσοφοῦντες καὶ τὸν σώφρονα βίον καὶ τῶν ἐκ τοῦ γάμου κακῶν ἀπηλλαγμένον ᾑρημένοι. δι' ἃ καὶ πολλῆς αὐτοὺς ὁ βασιλεὺς ἠξίου εὐμενείας καὶ ἐν τοῖς πρώτοις μάλιστα τῶν φίλων ἦγε καὶ τῶν ὁμιλητῶν. πρῶτα μὲν οὖν ἐδόκει πᾶσι κοινῇ βουλευσαμένοις, παρὰ τὸ τοῦ ἁγίου Μάμαντος φροντιστήριον τὴν κατὰ τὸν βίον φιλοσοφίαν ἐπιδείκνυσθαι καὶ τὸν ἀκύμαντον καὶ θορύβων ἀπηλλαγμένον βίον διανύειν. ἔπειτα μεταβουλευσάμενοι, τὴν Μαγγά 3.108 νων μᾶλλον εἵλοντο μονὴν, καὶ ἐκεκύρωτο τὸ δόξαν. διὸ καὶ ὁ βασιλεὺς κτήσεις πολλὰς προσῆγε τῇ μονῇ καὶ ὡς μάλιστα ἐπεμελεῖτο, ἵν' ἐκεῖθεν τὴν εὐπορίαν τῶν ἐπιτηδείων ἔχοιεν. ᾔδεσαν μέντοι τὰ πραττόμενα οὐδένες πλὴν τῶν κεκοινωνηκότων τῆς βουλῆς. ἐπεὶ δὲ πάντα παρεσκευασμένα ἦσαν, καὶ ἔδει μόνον εὖ τὰ κατὰ τὴν βασιλείαν διαθέμενον, ἵνα μηδεμία τοῖς παισὶν ἀμφισβήτησις ἐκείνου τῶν πραγμάτων ἀπολίποιτο ἀναχωρήσαντος, μηδὲ πρόφασιν πολέμου αὖθις σχοῖεν ἐμφυλίου διὰ τὸ αὐτὸν ἀναχωρεῖν, καὶ ἔμελλεν ἤδη ἔργου ἔχεσθαι, γράμματα ἀφῖκτο ἐκ Θεσσαλονίκης, τῶν τε ἄλλων πολιτῶν καὶ πρωτοσεβάστου τοῦ Μετοχίτου, τὴν μὲν προτέραν ἀγνωμοσύνην καὶ ἀναισχυντίαν Ἀνδρέᾳ προσάπτοντα, ὡς πάντων αἰτίῳ, τῷ Παλαιολόγῳ, αὐτοῦ δὲ δεόμενα τὴν δυνατὴν καὶ ταχίστην πρόνοιαν ὑπὲρ τῆς πόλεως ποιεῖσθαι, καὶ μὴ περιορᾷν ὑπὸ Τριβαλοῖς ὅσον οὐδέπω ἐσομένην, ἢν μὴ αὐτὸς ἐπικουροίη, μηδ' ἑτερόφθαλμον τὴν Ῥωμαίων γεγενημένην ἀνέχεσθαι ἰδεῖν ἀρχὴν, μάλιστα Παλαιολόγου ἐξεληλαμένου, καὶ τῶν ἄλλων πολιτῶν ἁπάντων πλὴν τῶν μάλιστα πονηροτάτων Ζηλωτῶν προθύμως δεχομένων καὶ τὴν πόλιν παραδιδόντων. ὡς γὰρ ἐν μέσῃ πόλει, ὥσπερ ἔφημεν, τὰ βασιλικὰ γράμματα, δι' ὧν κοινῇ τε καὶ ἰδίᾳ πολλὰ τὴν πόλιν εὐηργέτει, κατεφλέχθη ὑπὸ Ζηλωτῶν καὶ Παλαιολόγου, πρωτοσέβαστος ὁ Μετοχίτης ἐν δεινῷ ἐτίθετο καὶ ἀποστασίαν ᾤετο παντάπασι τῆς Ῥωμαίων βασιλείας εἶναι. διὸ καὶ τοῖς 3.109 ἄλλοις πολίταις κρύφα