446
διαλεχθεὶς περὶ τοῦ πεπραγμένου, καὶ συναγανακτοῦντας πάντας εὑρηκὼς, ἔχων καὶ τὴν στρατιὰν αὐτῷ προσέχουσαν, διηνέχθη φανερῶς πρὸς Παλαιολόγον καὶ τοὺς Ζηλωτάς. Παλαιολόγος δὲ ὁρῶν ἐπ' αὐτὸν συνισταμένους τοὺς πολίτας, τοὺς παραθαλασσίους κατελάμβανεν, ὥσπερ καὶ τὸ πρότερον, καὶ πρὸς ὅπλα ἐκέλευε χωρεῖν, ὡς πρωτοσεβάστῳ τε καὶ τοῖς ἄλλοις ἀντικαταστησόμενος πολίταις. ἐκεῖνοι δὲ ἐκ τῶν προτέρων τὰ δέοντα δεδιδαγμένοι, οὐ πρὸς ἀσχολίας ἐτράποντο καὶ μέλλησιν, ἀλλ' ἅμα τε ᾐσθάνοντο μετὰ τῶν παραθαλασσίων ὁπλιζόμενον νυκτὸς, καὶ αὐτοὶ ἐπῄεσαν, μὴ περιμείναντες τὴν ἡμέραν, καὶ περιγενόμενοι, ἐξέωσαν τῆς πόλεως, τήν τε οἰκίαν ἐκείνου διήρπασεν ὁ δῆμος καὶ τὰς παραθαλασσίων· ἀπέθανε δὲ οὐδεὶς κατὰ τὴν μάχην. ὁ μὲν οὖν Παλαιολόγος εὐθὺς πρὸς πᾶσαν πεῖραν ἀπειπὼν, ἐπεὶ ἐξηλαύνετο τῆς πόλεως, πρὸς Κράλην ἦλθεν, ἔπειτα ἐκεῖθεν εἰς Ἄθω τὸν ἱερόν. οἱ Ζηλωταὶ δὲ ἐπεὶ τὸν δῆμον ἄγειν ἠδύναντο οὐκέτι, οὐδὲ διαρπάζειν τὰς οἰκίας τῶν ἐχόντων, τὴν προτέραν ἀποθέμενοι ὑπόκρισιν, ὡς ὑπὲρ βασιλέως ἀγωνίζονται τοῦ νέου, ἔπρασσον, ὅπως ἡ πόλις προδοθείη Τριβαλοῖς. Κράλης γὰρ οὐδαμῶς ἐφείδετο χρημάτων, ἀλλὰ παρεῖχέ τε πολλὰ, καὶ πλείω ἐπηγγέλλετο. ἦν γὰρ καὶ ἄλλως μὲν πρὸς εὐεργεσίας ὁ ἀνὴρ φιλότιμος, μάλιστα δὲ πρὸς τὴν Θεσσαλονίκης αἵρεσιν πάντα δεύτερα ἡγεῖτο, εἰδὼς, ὡς, εἰ γένοιτο κύριος τῆς πόλεως, τά τε ἀναλωθέντα ἀ 3.110 νασώσεται, καὶ μέρος οὐ μικρὸν τῆς Ῥωμαίων ἡγεμονίας ἕξει, τηλικαύτην πόλιν ταῖς προκατειλημμέναις τοσαύταις οὔσαις ἐπιθείς. ἀφειδῶς οὖν ἐκκενῶν τὰ χρήματα, τούς τε Ζηλωτὰς καὶ δι' ἐκείνων οὐκ ὀλίγους ἔπεισε τῶν πολιτῶν αὐτῷ προσέχειν, ὥστε καὶ ἀναφανδὸν ἐδικαιολόγουν ὑπὲρ τοῦ δεῖν ἐκείνῳ προσχωρεῖν, βλάπτειν τὰ μέγιστα δυναμένῳ διὰ τὸ τὴν χώραν ἅπασαν ἔχειν ὑφ' ἑαυτὸν καὶ δύνασθαι πολιορκεῖν, καὶ ὠφελεῖν ἐθέλοντι, εἰ προσχωροῖεν. αὐτός τε ὁ Κράλης, ἐκείνων ἐναγόντων, περιεστρατοπεδεύετο καὶ ἐπολιόρκει. ἃ πρωτοσέβαστός τε ὁρῶν καὶ οἱ φιλοῤῥώμαιοι τῶν πολιτῶν, οὔτε περιγίνεσθαι τῶν προδιδόντων ἦσαν δυνατοὶ διὰ τὴν ἔξωθεν ἐπικειμένην δύναμιν, ἄλλως τε καὶ τοῦ δήμου πρὸς τὴν πολιορκίαν ἀχθομένου καὶ λύσιν οἰομένου τῶν κακῶν τὴν ὑπὸ Τριβαλοῖς δουλείαν ἔσεσθαι, οὔτε ἠνείχοντο τήν τε πόλιν Ῥωμαίους οὖσαν τηλικαύτην ἀποστερηθῆναι καὶ αὐτοὺς ἐν ἀνδραπόδων μοίρᾳ δουλεύειν τοῖς βαρβάροις. διὰ ταῦτα ἐδέοντο βασιλέως, μὴ σφᾶς περιιδεῖν, ἀλλὰ τὴν ταχίστην ἐπιβοηθεῖν, ὡς εἴσω ὀλίγων ἡμερῶν, εἰ μὴ ἐπικουροίη, τῆς πόλεως ἁλωσομένης. τοιαῦτα μὲν ἐκεῖνοι ἔγραφον. βασιλεῖ δὲ τότε τοιαύτης πόλεως κινδυνευούσης μηδεμίαν πρόνοιαν ποιήσασθαι δεινὸν ἐδόκει, καὶ πρὸς τὸ τῶν δεδογμένων ἀμελήσαντα αὖθις ἐπὶ πολέμους τρέπεσθαι καὶ στρατηγίας ἐδυσχέραινεν. ὅμως τῆς κοινῆς ὠφελείας Ῥωμαίων τὴν ἰδίαν δευτέραν θέμενος, αὖθις ἔπραττεν, ὅπως μὴ ἀπόλοιτο Θεσσαλονίκη. καὶ ἔγρα 3.111 φε μὲν ἐκείνοις, ἀνθίστασθαι τοῖς προδιδοῦσι καὶ μὴ ῥᾳθυμεῖν, ὡς καὶ αὐτοῦ τὴν βοήθειαν ὀξεῖαν ποιησομένου. ἔπεμπε δὲ καὶ πρὸς Ὀρχάνην τὸν γαμβρὸν πρεσβείαν, στρατιὰν αἰτῶν πρὸς συμμαχίαν. ὁ δὲ αὐτίκα τὸν υἱὸν ἐκέλευε Σουλιμὰν δισμυρίους ἱππέας ἔχοντα ἐπὶ Τριβαλοὺς συστρατεύεσθαι τῷ βασιλεῖ. ὁ βασιλεὺς δὲ βουλόμενος καὶ βασιλέα τὸν γαμβρὸν ἐπὶ τὴν εἰς Θεσσαλονίκην ἐπάγεσθαι στρατείαν, ἐφώπλιζε τριήρεις, ὡς ἀσφαλῶς ἐν αὐταῖς ἅμα ἐκείνῳ εἰς Μακεδονίαν καταπλεύσων. ᾔδη γὰρ τοὺς βαρβάρους ζηλοτυποῦντας πρὸς τὸν νέον βασιλέα καὶ ῥᾳδίως ἀποκτενοῦντας, εἰ γένοιντο ἐν ἐφικτῷ. νόμος γάρ ἐστιν αὐτοῖς βαρβαρικὸς πάντα τὸν πρὸς τὴν ἀρχὴν ἀμφισβητήσοντα ἀποκτιννύναι, καὶ μηδεμιᾶς φείδεσθαι μήτε ἡλικίας, μήτε συγγενείας. διὸ καὶ κατὰ τὰς ἀρχὰς μάλιστα τῶν βασιλέων τῆς εἰρήνης, μετὰ τὸ τὸν νέον βασιλέα Ἑλένῃ τῇ βασιλίδι συνοικεῖν, νομίσας ὁ Ὀρχάνης φίλα πράττειν βασιλεῖ τῷ κηδεστῇ, εἰ τρόπῳ δή τινι τὸν νέον βασιλέα ἀποκτείνοιεν, ἐκτομίαν τινὰ Μερτζιάνην προσαγορευόμενον, καὶ ἑτέρους οὐκ ὀλίγους ἔχοντα, ἐπὶ ῥώμῃ σώματος καὶ εὐτολμίᾳ παρ' αὐτοῖς θαυμαζομένους,