447
ἔπεμπεν ὡς βασιλέα, πρόφασιν μὲν, ὡς ἀναγκαίων τινῶν πρεσβευσομένους πέρι, τῇ δ' ἀληθείᾳ, ἵν', εἰ δύναιντο, βασιλέα τὸν νέον ἀποκτείνοιεν. ἀπιστεῖν δὲ οὐ χρὴ λογιζομένους, ὡς οὐκ ἐξῆν τοιαῦτα ἀκινδύνως τολμᾷν ἐν μέσοις Ῥωμαίοις. ἔθος γὰρ αὐτοῖς οὐ πρὸς ἀλλοφύλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ὁμοφύλους τοιαῦτα πράττειν, καὶ ἑκοντὶ 3.112 τὸν θάνατον αἱρεῖσθαι ὑπὲρ τοῦ τὸν πολέμιον τῷ σφετέρῳ δυνάστῃ ἀνελόντας, χάριν μεγίστην καταθέσθαι καὶ παισὶ καὶ τοῖς οἰκείοις τὴν ἐκείνου εὔνοιαν καταλιπεῖν, ὥσπερ δῆτα καὶ ὁ Μερτζιάνης οὗτος σαφέστατα εἰδὼς, ὅτι καὶ αὐτὸς ἀποθανεῖται, ὅμως ὑφίστατο τὴν ἐπιχείρησιν, διὰ τὴν πρὸς τὸν Ὀρχάνην εὔνοιαν τὴν οἰκείαν σωτηρίαν καταπροδιδούς. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἠσθάνετο μηνυθεῖσαν τὴν τοῦ παιδὸς ἐπιβουλὴν, ἐκεῖνον μὲν ἐκέλευε μὴ χωρὶς αὐτοῦ προβαίνειν βασιλείων μήτε νῦν, μήθ' ὕστερον, Βυζαντίῳ μάλιστα ἐκ τῶν βαρβάρων πρέσβεων ἐπιδημούντων· Μερτζιάνην δὲ, ταχεῖαν τὴν ἀπόκρισιν ποιησάμενος ἐφ' οἷς ἐπρέσβευεν, ἀπέπεμπε. διὰ ταύτην οὖν τὴν πρὸς τὸν νέον βασιλέα τῶν βαρβάρων δυσμένειαν τὰς τριήρεις ἐφοπλίσας παρεσκευάζετο καὶ αὐτός. γνώμην δὲ εἶχεν, ὡς νῦν μὲν ἐξ ἐφόδου κακουργήσων τε τὰ Τριβαλῶν καὶ Θεσσαλονίκην τῶν κινδύνων ἀπαλλάξων· ἤδη γὰρ καὶ περὶ ἐκβολὰς τοῦ φθινοπώρου ἡ ὥρα ἦν· ἔπειτα βασιλέα μὲν τὸν νέον ἐκεῖσε καταλείπειν, αὐτὸς δὲ εἰς Βυζάντιον ἐπανελθὼν καὶ παρασκευασάμενος τοῦ χειμῶνος, μετὰ μείζονος τῆς παρασκευῆς καὶ χρονισούσης ἐπελθεῖν. ἃ τῇ βασιλίδι Ἄννῃ οὐκ ἤρεσκε παντάπασιν, ἀλλὰ ἐδεῖτο βασιλέως καὶ παρῄνει, μὴ τὸν υἱὸν ἐκεῖσε καταλείπειν, ἀλλ' ἔχοντα ἐπαναστρέφειν. δεδιέναι γὰρ ἔφασκεν οὐ μᾶλλον τοῦ παιδὸς τὴν ἡλικίαν οὖσαν εὐεξαπάτητον, ὅσον 3.113 τῶν ἑσπερίων τὴν μοχθηρίαν καὶ τὴν ἑτοιμότητα πρὸς νεωτερισμούς· ἃ φυλάττεσθαι παρῄνει, μὴ, ὑπ' ἐκείνων ἐξαπατηθέντος τοῦ νέου βασιλέως, στάσις αὖθις καὶ πόλεμος μεταξὺ Ῥωμαίων ἐξαφθῇ, καὶ τοῖς πράγμασι καὶ σφίσιν αὐτοῖς λυμήνηται τὰ μέγιστα. βασιλεὺς δὲ ἐπῄνει τε τῆς παραινέσεως τὴν βασιλίδα, ὡς ἀληθοῦς καὶ δικαίας οὔσης καὶ τῆς πρὸς αὐτὸν φιλίας ἄκρως ἐχομένης καὶ κηδεμονίας τῶν κοινῶν, καὶ παρῄνει καὶ αὐτὸς θαῤῥεῖν, ὡς μετὰ τὴν εἰς Θεσσαλονίκην ἐπιδημίαν, ὅ,τι ἂν δοκοίη μάλιστα λυσιτελεῖν ποιήσοντος. οὐδὲ γὰρ οὐδ' αὐτῷ μάλιστα τῶν ἀγαθῶν δοκεῖν βασιλέα τὸν υἱὸν μόνον καταλείπειν μέλλοντα ἐπιπολὺ ἀπέσεσθαι αὐτοῦ· ἀλλὰ νῦν μὲν ὥσπερ ἔφοδον ποιεῖσθαι διὰ τὸν Θεσσαλονίκης κίνδυνον ὀξὺν ὑποπτευόμενον· ὃν οὐχ ἡ ἀδυναμία τῶν ἐνοικούντων μᾶλλον ἐπήγαγεν, ἢ ἡ μοχθηρία· ἐκεῖσε δὲ γενόμενον καὶ τοὺς προδιδόντας τοῖς Τριβαλοῖς τὴν πόλιν ἐξελάσαντα, βασιλέα μὲν τῇ πόλει καταλείπειν τοῦ χειμῶνος κωλύσοντα τοὺς προδιδόντας, εἴ τινες ὑπολειφθεῖεν ἔτι· οὐ γὰρ δὴ κοινῇ παρόντος αὐτοῦ βουλήσονται αὐτόν τε καὶ τὴν πόλιν προδιδόναι, κἂν εἰς ἄκρον μάλιστα ἐλάσωσι μοχθηρίας· ἔπειτα ἅμα ἦρι μετὰ πλείονος ἐπελθόντα τῆς παρασκευῆς καὶ αὐτὸν, τότ' ἤδη θεοῦ συναιρομένου, οὐ περὶ Θεσσαλονίκης μόνον ποιήσεσθαι τὸν λόγον, ἀλλὰ καὶ περὶ τῆς ἄλλης Μακεδονίας καὶ Θετταλίας καὶ Ἀκαρνανίας, 3.114 ἃς ἔχουσιν οἱ Τριβαλοὶ κατασχόντες ἐπὶ τὸν τοῦ πολέμου χρόνον. τοιούτοις μὲν δὴ λόγοις ἔπειθε τὴν βασιλίδα, οὐ πάνυ πειθομένην. ιζʹ. Αὐτὸς δὲ ἐπεὶ ἐπύθετο τὴν Περσικὴν στρατιὰν τὸν Ἑλλήσποντον περαιουμένην, καὶ αἱ τριήρεις παρεσκευασμέναι ἦσαν, ἀπέπλει κατὰ τάχος, καὶ βασιλέα τὸν νέον ἔχων. καὶ γενόμενος ἐν Ἑλλησπόντῳ, βασιλέα μὲν τὸν νέον κατελίμπανεν ἐν ταῖς τριήρεσιν, αὐτὸς δὲ πρὸς τὴν ἤπειρον ἐξελθὼν, συνεμίγνυτο τῆς στρατιᾶς τοῖς ἡγεμόσι, καὶ παρῄνει, ᾗ χρὴ ποιεῖσθαι τὴν ὁδοιπορίαν· πρόνοιάν τε ἐποιεῖτο οὐκ ὀλίγην τοῦ μὴ τὴν Μακεδονίαν διαφθείρειν αὐτῷ ὑπήκοον αὐτίκα ἐσομένην, ἀλλ' ἐπειδὰν εἰς Θεσσαλονίκην ἀφίκωνται, αὐτῷ μελήσειν, ᾗ χρὴ κακοῦν τὴν πολεμίαν. τόν τε Ματθαῖον τὸν υἱὸν ἐκέλευε τὴν Ῥωμαίων ἔχοντα στρατιὰν, μετὰ τῶν ἡγεμόνων ἡγεῖσθαι τοῖς βαρβάροις τὴν εἰς Θεσσαλονίκην. σκοπὸς δὲ ἦν αὐτῷ, ὡς ἐκεῖ μὲν