448
βασιλέα τὸν νέον καταλείψοντι ἐν ἀσφαλείᾳ, αὐτὸς δὲ Ῥωμαίους, ἅμα καὶ βαρβάρους ἄγων, εἰς τὴν πολεμίαν ἐμβαλεῖν. τὰ μὲν οὖν κατὰ τὴν ἠπειρῶτιν στρατιὰν εὖ διαθέμενος, ὡς ἐδόκει, ἔπειτα ἀνήγετο ἐν ταῖς τριήρεσιν. ὁδοῦ δὲ πάρεργον καὶ τῆς Ἠϊόνος πόλεως παραλίου κατὰ τὴν Θρᾴκην, ἣ νῦν Ἀνακτορόπολις καλεῖται, τῶν τειχῶν ἀπεπειρᾶτο, ἧς ἦρχεν Ἀλέξιός τις ἐκ Βιθυνίας ὡρμημένος ἐκ κώμης τινὸς Βελικώμης προσαγορευομένης· ὃς κατὰ τὸν τοῦ πολέμου χρόνον Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ ἐμισθοφόρησεν οὐκ ὀλίγον χρόνον μονήρους ἄρχων λῃστρικῆς, 3.115 ὕστερον δὲ μετὰ τὴν ἐκείνου τελευτὴν τοῖς ἄλλοις ὁμοίως καὶ αὐτὸς διὰ τὴν ἀναρχίαν ἐπὶ νεωτερισμοὺς χωρήσας, οὐ τὴν Ἠϊόνα μόνον δὴ ταύτην ἑαυτῷ περιεποίησε κρατήσας, ἀλλὰ καὶ Χριστούπολιν ἐκάκου, ὅσα δυνατὰ, καὶ Θασίοις καὶ Λημνίοις λυπηρὸς ἦν, πάντα ὑφ' ἑαυτῷ βουλόμενος ποιεῖσθαι καὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀποτέμνειν. δι' ἃ ὁ βασιλεὺς καταπλέων ἐπέθετο τῇ Ἠϊόνι, καὶ τειχομαχίας ἐπὶ δύο καὶ τρισὶν ἡμέραις ἐποιήσατο, καὶ τῶν μὲν τειχῶν ἥττων ὤφθη, τῶν περὶ Ἀλέξιον ἀμυνομένων κραταιῶς· πλοῖα μέντοι, ὅσα ἦν, καὶ μονήρεις πειρατικὰς, ἃς αὐτὸς ἐχρῆτο πρὸς λῃστείας, πάντα ἀνάλωσε πυρί. ἔτι δὲ αὐτῷ περὶ ἐκεῖνα διατρίβοντι τὰ μέρη ἠγγέλλετο, ὡς ἡ κατὰ συμμαχίαν ἀφικνουμένη ἀναστρέψειε στρατιὰ Περσῶν. ἐδόκει μὲν οὖν τότε τοῖς πολλοῖς ὑπό τινων Ῥωμαίων τοὺς Πέρσας ἀναπεπεῖσθαι ἀναστρέφειν ἔχθει τῷ πρὸς τὸν νέον βασιλέα, ὡς ἂν μὴ ἡ Ῥωμαίων αὔξοιτο ἀρχή. τὸ δὲ οὐ τοιοῦτον ἦν, ἀλλὰ παντάπασιν ἡμάρτανον οἱ ὑποπτεύοντες τῆς ἀληθείας. Ὀρχάνης γὰρ μετὰ τὸ τὴν στρατιὰν εἰς τὴν Θρᾴκην περαιωθεῖσαν τῆς εἰς ἑσπέραν ἔχεσθαι ὁδοῦ γράμματα τῷ υἱῷ Σουλιμὰν ἐν ἀποῤῥήτῳ πέμψας, ἐκέλευεν ἀναστρέφειν· ἐπιέναι γὰρ αὐτῷ τῶν ὁμόρων Περσῶν τοὺς δυνατωτάτους, καὶ τὴν στρατιὰν παρεῖναι δέον καὶ ἀμύνεσθαι τοῖς ἐπιοῦσιν. ἐκέλευε μέντοι μὴ κατάδηλον Ῥωμαίοις τὴν αἰτίαν τῆς ἀναχωρήσεως ποιεῖν, ἵνα μὴ ὁ βασιλεὺς αὐτῷ ὀργίζοιτο, ἀλλὰ πλασάμενόν τινας αἰτίας ἀνα 3.116 στρέφειν. ἃ Σουλιμὰν ἐποίει ᾗ αὐτῷ ὁ πατὴρ προσέταττε, καί τινα πλασάμενος μὴ ὄντα, ἐκ τοῦ κατὰ τὸν Ἕβρον πόρου πρὸς τὴν Μυσίαν ἐπὶ λεηλασίαν ἀπεχώρει, καὶ πλῆθος ὁμοῦ βοσκημάτων καὶ ἀνθρώπων ἐλάσας αἰχμαλώτων ἐπὶ τὴν Ἀσίαν ἐπεραιοῦτο. Ματθαῖος δὲ ὁ τοῦ βασιλέως υἱὸς ἐπεὶ μὴ τῇ Ῥωμαίων μόνῃ στρατιᾷ δυνατὸς ἦν τὴν πρὸς Θεσσαλονίκην ἀπιέναι διὰ πολεμίας, ποταμῶν τε ἀεννάων διιόντων ἐν τῷ μεταξὺ καὶ οὐ ῥᾴδιον τὸν πόρον παρεχομένων, καὶ Τριβαλῶν ἐνεδρευόντων, ὄντων δυνατωτέρων, ἢ καθ' ἣν ἦγεν αὐτὸς Ῥωμαίων στρατιὰν, ἀνέστρεφε καὶ αὐτὸς καὶ διέλυε τὸ στράτευμα· βασιλεῖ τε τῷ πατρὶ ἐδήλου τὴν αἰτίαν τῆς κωλύμης. βασιλεὺς δὲ ἠγανάκτει μὲν πρὸς τὰ συμβάντα, πρός τι δὲ λυσιτελέστερον οὐκ ἔχων τρέπεσθαι, ἐχώρει τὴν εἰς Θεσσαλονίκην, ἐκ τῆς Ἠϊόνος ἄρας, καὶ τὴν νύκτα ἐκείνην ὡρμίσατο ἐπ' ἀγκυρῶν Ἀμφιπόλεως ἐγγὺς ὑπὸ Τριβαλῶν κατεχομένης. ἧς ἐπετρόπευε Μπραϊάνης, βασιλεῖ ἐς τὰ μάλιστα φίλος ὢν ἐκ τῆς πρὸς αὐτοὺς διατριβῆς· πρὸς ὃν ἀκατίου ἐπιβὰς νυκτὸς, ἀφίκετο εἰς Ἀμφίπολιν ὁ βασιλεὺς κρύφα καὶ διειλέχθη. ὁ δὲ τά τε πρὸς αὐτὸν εὖ διέθετο βασιλεῖ ἐπαγγειλάμενος πάντα ποιήσειν κατὰ γνώμην, καὶ τοῖς ἄλλοις βασιλέως φίλοις ὑπέσχετο διαλεχθήσεσθαι, ἵν' ἐν καιρῷ προσήκοντι χρήσιμοι ὀφθεῖεν βασιλεῖ, ἀπήγγελλέ τε, ὡς περὶ Στρυμμόνα νῆες ὁρμίζονται δύο καὶ εἴκοσι Περσικαὶ ἐπὶ λεηλασίᾳ ἀφιγμέναι. ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα ἐπὶ νυκτὸς 3.117 διαλεχθεὶς, πάλιν εἰς τὰς τριήρεις ἀπεχώρει, πρόνοιαν πολλὴν ποιούμενος τοῦ μὴ φανερὸς εἶναι διειλεγμένος τῷ Τριβαλῷ. ἅμα δὲ ἕῳ ἔπεμπεν ἐπὶ τοὺς Πέρσας καὶ ἐκάλει ἐπὶ συμμαχίαν· οἱ δὲ παρῆσαν οὐδὲν μελλήσαντες. οὓς ἄγων μετὰ τῶν τριηρέων ἀφῖκτο εἰς Θεσσαλονίκην, εὗρε δὲ τὸν δῆμον καὶ τοὺς Ζηλωτὰς πρὸς τοὺς ἀρίστους διαστασιάζοντας, καὶ κοινῇ κακῶς τὴν πόλιν ἔκ τε τῶν ἔξωθεν πολεμίων καὶ τῶν ἔνδον ἐπιβούλων ἔχουσαν. πάντα δὲ εὐθὺς διέλυε τὰ δεινὰ ἐπιφανεὶς, καὶ ἡ πᾶσα πόλις ἐν ἑορταῖς ἦσαν, καὶ μετὰ πολλῆς εὐφημίας ὑπεδέχοντο τοὺς βασιλέας.