449
μικρὸν δὲ μετὰ τὴν ἐπιδημίαν Καντακουζηνὸς ὁ βασιλεὺς ἐκκλησίαν πάνδημον ἐκ τῶν Θεσσαλονικέων συναθροίσας, περί τε τοῦ συμβεβηκότος πρὸς αὐτὸν πολέμου τοῖς Ῥωμαίοις διειλέχθη, ὡς οὐκ αὐτοῦ παρασχομένου τὰς αἰτίας, ἀλλὰ τῶν σεσυκοφαντηκότων, καὶ περὶ τῶν ἐν αὐτοῖς Ζηλωτῶν, ὡς οὔτε πρότερον τῆς εἰς βασιλέα τὸν νέον ἕνεκα εὐνοίας τὸν πόλεμον κινοῖεν πρὸς αὐτὸν, ἀλλ' ἐπὶ τῷ διαρπάζειν τὰ τῶν ἐχόντων, ἄποροι ὄντες αὐτοὶ ὡς τὰ πολλά· καὶ νῦν οὐδὲν ἧττον παρὰ Τριβαλῶν χρηματιζόμενοι, οὐ βασιλέα μόνον, ὑπὲρ οὗ ἀγωνίζεσθαι ἰσχυρίζοντο, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν προὐδίδοσαν ἰδίας ὠφελείας ἕνεκα, καὶ ἀπεδείκνυεν ἐκ πολλῶν οὐ βασιλεῖ τῷ νέῳ μόνον, ἀλλὰ καὶ πᾶσι Ῥωμαίοις καὶ τοῖς πολίταις δύσνους ἐξαρχῆς· καὶ ἐκέλευε συλλαμβάνεσθαι τοὺς μάλιστα ἐν λόγῳ, οὓς καὶ εἰς Βυζάντιον ἤγαγεν ἐπανελθών. τοὺς δ' ἄλλους τῆς πόλεως ἐκέλευεν ἐξωθεῖσθαι· τούς τε 3.118 Τριβαλοὺς τῶν περὶ τὴν πόλιν φρουρίων ἐξήλαυνε, τοὺς μὲν δραπετεύοντας καὶ πρὸ τῆς συμβολῆς, ἐνίους δὲ καὶ μάχαις, πέμπων στρατιάν· καὶ ἐν ὀλίγῳ χρόνῳ καθαρὰν ἀπεδείκνυ τὴν χώραν πολεμίων. ἦσαν γὰρ πρὶν βασιλέα ἥκειν πᾶσαν τὴν ἔξω πυλῶν χώραν οἱ Τριβαλοὶ διανενεμημένοι. ιηʹ. Ἐν τούτῳ δὲ ἐκ Βενετίας πρὸς βασιλέα τέτταρες ἀφίκοντο τριήρεις εἰς Θεσσαλονίκην, ἄγουσαι πρεσβευτὴν τῶν παρ' αὐτοῖς ἐπιφανῶν Ἰάκωβον Μπραγαδῖνον· ὃς μεγάλα ἐπηγγέλλετο βασιλεῖ ἐκ τῆς βουλῆς καὶ τοῦ δήμου Βενετίας, εἰ αὐτοῖς πρὸς τοὺς ἐκ Γεννούας Λατίνους συμπολεμοίη. κεκίνητο γὰρ αὐτοῖς διαφορὰ μεγίστη· ἐδέοντό τε εἰς Βυζάντιον ἐπανελθόντα πόλεμον αἱρεῖσθαι πρὸς ἐκείνους μετ' αὐτῶν. ὑπώπτευον γὰρ ἐκ τοῦ προτέρου πολέμου ἀπεχθῶς βασιλέα πρὸς τοὺς ἐν Γεννούᾳ Λατίνους διακεῖσθαι. βασιλεὺς δὲ ἀπηγόρευεν αὐτοῖς τὴν συμμαχίαν, πρὸς Κράλην εἶναι φάμενος αὐτῷ τὸν λόγον, ὃς πόλεις τε οὐκ ὀλίγας καὶ γῆν ἀφείλετο πολλὴν τῆς Ῥωμαίων ἡγεμονίας, αὐτῶν ὑπὸ τοῦ ἐμφυλίου πολέμου πρὸς ἀλλήλους ἠσχολημένων. τῶν δὲ ἐπαγγελλομένων, εὖ διαθήσειν αὐτῷ τὰ κατὰ Κράλην· γεγενῆσθαι γὰρ ἕνα τῆς αὐτῶν βουλῆς καὶ ἔχειν ἀνάγκην πείθεσθαι αὐτοῖς· ἐπείθετο οὐδ' οὕτως, ἀλλὰ δῶρα παρασχὼν καὶ φιλοφρονησάμενος, ἀπέπεμψεν. οἱ βάρβαροι δὲ οἱ ταῖς ναυσὶ συστρατευόμενοι οὐ μόνον τὰ κατὰ Μακεδονίαν παράλια διήρπαζον, πρὶν γενέσθαι ὑπὸ βασιλέα, ἀλλὰ καὶ κατὰ τὴν Βοτιαίαν 3.119 περαιούμενοι, πάντα ἐληΐζοντο καὶ ἐκάκουν· ἐν ᾗ ἄλλους τε ἠνδραποδίσαντο πολλοὺς, καί τινος υἱὸν Μαρζελάτου προσαγορευομένου νομέων τινῶν ἐξάρχοντος, οἳ βοῶν ἔνεμον ἀγέλην τῶν κατὰ τὴν Βέῤῥοιαν Τριβαλῶν· ἦν δὲ γνώριμος τῷ βασιλεῖ, ἐκ τῶν ὑπ' αὐτῷ τελούντων νομάδων τὸ ἀρχαῖον ὤν· ᾧ καὶ μᾶλλον πεπεισμένος, πρὸς βασιλέα εἰς Θεσσαλονίκην ἧκε, καὶ ἐδεῖτο περὶ τοῦ υἱοῦ, πρὸ τῶν ποδῶν τοῦ βασιλέως κυλινδούμενος. βασιλεὺς δὲ ὥσπερ ὑπό τινος κεκινημένος, τῷ ἀνθρώπῳ διελέγετο μόνον παραλαβὼν, ὡς, εἰ βούλοιτο ἀπὸ τῶν βαρβάρων τὸν υἱὸν ἐλευθεροῦν, πρὸς τὴν Βεῤῥοίας αἵρεσιν συμπράττειν, οὐδὲν ἕτερον ἢ νυκτὸς μόνον κλίμακα τοῖς τείχεσιν ἐπιθέντα. ὁ βάρβαρος δὲ τήν τε ἐπιχείρησιν ὑπήρχετο προθύμως, καὶ τὰ μεγάλα ἐπηγγέλλετο συμπράξειν. ἔφασκε δὲ καὶ ῥᾳδίαν μάλιστα αὐτῷ ἔσεσθαι τὴν ἐπιχείρησιν. τῶν γὰρ ἐν Βεῤῥοίᾳ δυνατωτάτων Τριβαλῶν μετά τινων ἑτέρων νέμων βοῦς, μεταξὺ τῶν δύο τειχῶν αὐλίζεσθαι τῆς πόλεως τὴν νύκτα, καὶ μηδεμίαν κατ' αὐτοὺς εἶναι φυλακὴν, ὥστ' εἶναι ῥᾴδιον τοὺς ἑταίρους πείσαντα, πράττειν βασιλεῖ τὰ κατὰ γνώμην. ὁ μὲν οὖν βάρβαρος οὕτω συνθέμενος πρὸς βασιλέα, ἀπεχώρει, ἐκείνου ἐπαγγειλαμένου τὸν υἱὸν ἀπὸ τῶν Περσῶν ἐλευθεροῦν, εἰ συμπράξειε τὰ δυνατὰ πρὸς τὸ Βέῤῥοιαν ἁλῶναι. καὶ βασιλεὺς δὲ παρεσκευάζετο, ὡς εἰς Βέῤῥοιαν ἀφιξόμενος νυκτὸς, καὶ τὰς μὲν τριήρεις ἐκέλευε τοὺς ναυάρχους ἐφοπλίσαντας, ἄγοντας καὶ τοὺς βαρβάρους, ἐπί 3.120 τινα ποταμὸν τῶν ἀεννάων οὐ πάνυ πόῤῥω ῥέοντα Βεῤῥοίας, ἐκ συνθήματος ἐλθεῖν καὶ περιμένειν βασιλέα. αὐτὸς δὲ τήν τε ἐκ Θεσσαλονίκης ἄγων στρατιὰν, καὶ τῶν ἐκ Βυζαντίου ἑπομένων οὐκ ὀλίγους,