450
αὐτόθεν ἵππους συμπορισαμένους, ἐκ τῆς ἠπείρου πρὸς Βέῤῥοιαν ἐχώρει, βασιλέα τὸν νέον ἐν Θεσσαλονίκῃ καταλιπών. ἐν Βεῤῥοίᾳ δὲ καὶ πρότερον μὲν ἦσαν οὐκ ὀλίγοι Τριβαλῶν ὑπὸ Κράλη κατῳκισμένοι, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τῶν δυνατῶν, διά τε τὴν ἄλλην τῆς πόλεως εὐφυΐαν· οὐδενὸς γὰρ τῶν ὅσα πόλιν εὐδαίμονα ποιεῖ ἐνδεῖ· καὶ διὰ τὸ μεγάλην εἶναι καὶ πολλοὺς τοὺς ἐνοικοῦντας ἔχειν, οὐ δημώδη μόνον ὄχλον, ἀλλὰ καὶ στρατιώτας, καὶ οὐκ ὀλίγους τῶν συγκλητικῶν· ὧν τοὺς πλείους μὲν ἢ πάντας ὁ Κράλης ἐξήλασε κατασχὼν, ὅμως ἔτι τὴν ἀποστασίαν δεδιὼς τῆς πόλεως, στρατιώτας τε ἐγκατῴκισεν οὐκ ὀλίγους, καὶ τῶν παρ' αὐτῷ ἐπιφανῶν τινας· ἀκροπόλεις δὲ οἰκοδομήσας δύο, τὴν μὲν ἀπηρτισμένην πάντῃ φρουρὰ κατέσχε Γερμανῶν τὴν πρὸς τῇ βασιλικῇ καλουμένῃ πύλῃ, ἡ λοιπὴ δὲ ἐνέδει ἔτι. οὐ γὰρ ἀκρόπολις ἦν, ἀλλ' ὥσπερ μικρὰ πόλις ἐν μεγάλῃ. μέρος γὰρ οὐκ ὀλίγον τοῦ περιβόλου τῆς πρώτης πόλεως ἀποτεμόμενος, διετείχιζεν ἐπὶ τὰ ἔνδον τὰς οἰκίας καθαιρῶν, καὶ πύργους ἀνίστη ἐφ' ἑνὶ τῷ μεγίστῳ τρεῖς ἐλάσσους, καὶ τῶν κατὰ τὰ μεσοπύργια τειχῶν πάχος σύμμετρον ἐχόντων, διπλᾶς ἐποίει τὰς ἐπάλξεις, ἵν', εἰ δέοιτο ἐφ' ἕτερον ἰέναι ἐξ ἑτέρου, ῥᾳδία εἴη ἡ διεξαγωγή· κἂν εἰ συμβαίη τὴν 3.121 ἀκρόπολιν ἁλῶναι, μηδὲν παραβλάπτοιντο οἱ φύλακες ὁμοίως ἀπό τε τῶν ἔξω καὶ τῶν ἔνδον πολεμίων. ταύτην μὲν οὖν τοιαύτην οὖσαν οὐκ ἔφθασεν εἰς τέλος ἀγαγεῖν, ἀλλὰ τοῦ προσήκοντος ὕψους ἀπελείποντο οἱ πύργοι ἔτι. διά τε οὖν τὰς εἰρημένας αἰτίας πολλοὶ Τριβαλῶν ἐνδιέτριβον Βεῤῥοίᾳ καὶ ἀξιόμαχος στρατιά· καὶ τότε διὰ τὴν βασιλέως ἔφοδον οὐκ ὀλίγοι ἐκ τῶν ἐν ταῖς κώμαις κατῳκισμένων συνῆλθον. ὑπώπτευον γὰρ καὶ αὐτοὶ βασιλέα ἐπιχειρήσειν σφίσι, καὶ τῆς τε πόλεως ἐποιοῦντο φυλακὴν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν οὐ ῥᾳθύμως· καὶ παρεσκευάζοντο πρὸς ἄμυναν, ἤν τις αὐτοῖς ἐπίῃ. ἃ καὶ βασιλεὺς σαφέστατα εἰδὼς, οὐ φανερῶς ἐπεχείρει· ᾔδει γὰρ οὐ δύνατος ἐσόμενος τοσούτους βίᾳ αἱρήσειν μετὰ τῶν τειχῶν· ἀλλ' ἐπὶ κλοπὴν ἐχώρει μᾶλλον, οὐκ ὀλίγα καὶ τοῖς ἐγχωρίοις πεποιθὼς, ὡς συστήσονται ἐπὶ τοὺς πολεμίους, ἢν αἴσθωνται ἔνδον ὄντα, καὶ συγκατεργάσονται αὐτῷ τὸν πόλεμον. ὁ μὲν οὖν πρόνοιαν πολλὴν ποιούμενος τοῦ μὴ κατάδηλος εἶναι Τριβαλοῖς ἐπιστρατεύων, ἦλθεν ἐπὶ τὸν ποταμὸν κατὰ τὸ σύνθημα. αἱ τριήρεις δὲ οὔπω παρῆσαν. γενόμεναι γὰρ πρὸς τὸ στόμα τοῦ ποταμοῦ, οἷα φιλεῖ συμβαίνειν, ὑπό τε τῆς θαλάττης καὶ τοῦ ποταμοῦ ἐξωθουμένης τῆς ἰλύος προσχοῦσθαι τὰ κατὰ τὴν εἰσβολὴν, ἠδυνάτουν πρὸς τὴν δίοδον· καὶ μηχανὴ τοῖς ναυάρχοις οὐδεμία ἐξευρίσκετο, ἀλλὰ μόνον ἤχθοντο τοιαύ 3.122 της πράξεως ἀπολλυμένης. ᾔδεσαν γὰρ οὐδὲ βασιλέα χωρὶς αὐτῶν ἐπιστρατεύσοντα Βεῤῥοίᾳ, ἀλλ' ἅμα ἕῳ κατάδηλον γενόμενον, ἀναγκασθήσεσθαι εἰς Θεσσαλονίκην ἀναστρέφειν. βασιλεύς τε ὁμοίως ἠγανάκτει ἐφεστὼς τῷ ποταμῷ, ὅτι μὴ παρῆσαν αἱ τριήρεις· τὴν αἰτίαν δὲ τῆς ἀπολείψεως ἠγνόει. καὶ ἀπόλλυσθαι τοιαύτην πρᾶξιν ὑπενόει καὶ αὐτὸς, εἰ ἐπιγένοιτο ἡμέρα. ἐν ὅσῳ δὲ οἱ ἐν ταῖς τριήρεσι περὶ τοῦ ὅ,τι χρὴ πράττειν διηπόρουν, ἀθρόον πλημμυρήσασα ἡ θάλασσα καὶ κυμήνασα ἐπὶ μικρὸν, ἡμέρῳ καὶ προσηνεῖ ῥοθίῳ παρέπεμπε τὰς ναῦς ἐπὶ τὸν ποταμὸν, καὶ ἐν ὀλίγῳ βασιλεῖ συμμίξασαι, διηγοῦντο τὸ κατὰ τὴν διάβασιν, ὥσπερ ἐξαίσιον συμβεβηκός. βασιλεύς τε οὐ κατὰ τύχην, ἀλλὰ προνοίᾳ θείᾳ τὰ τοιαῦτα συνεσκευάσθαι οἰηθεὶς, μᾶλλον ἐπεῤῥώσθη πρὸς τὴν πρᾶξιν, ὡς θεοῦ συναιρομένου· καὶ ᾗ τάχους εἶχε, τούς τε ὁπλίτας καὶ ψιλοὺς καὶ τοὺς βαρβάρους τῶν νεῶν ἐξαγαγὼν, ἐχώρει πρὸς Βέῤῥοιαν σπουδῇ, ἐπὶ τὴν φυλακὴν τῶν νεῶν καταλιπὼν ὅσους ᾤετο ἀρκέσειν. μεταξὺ δὲ πορευομένῳ καὶ ὁ Μαρζελάτος παραγενόμενος, ἐπέσπευδε πρὸς τὴν πορείαν. πάντα γὰρ αὐτῷ ἔφασκεν ἠνύσθαι, καὶ τοῖς ἑταίροις ἐπιτετραφέναι τὴν τῆς κλίμακος κατασκευήν. ἐπεὶ δὲ ἦσαν οὐκ ἄπωθεν τῆς πόλεως, βασιλεὺς μὲν αὖθις ἔπεμπε Μαρζελάτον ἰδεῖν, εἰ κατεσκεύαστο ἡ κλίμαξ. ὁ δὲ ἐπαναστρέψας, μηδεμίαν ἔφασκε κατεσκευάσθαι κλίμακα, καὶ πάλιν ὁ βασιλεὺς ἐν