451
ἀπόροις ἦν. οἱ περὶ αὐτὸν δὲ ξύλα τε 3.123 μόντες ἐκ τῆς λόχμης τῷ τείχει ἰσομήκη· συνεστρατεύοντο γὰρ Βεῤῥοιωτῶν οἱ μάλιστα ἐν λόγῳ ὑπὸ Κράλη φυγαδευθέντες, πρὸς εὐψυχίαν καὶ τόλμαν οὐδενὸς λειπόμενοι τῶν συνόντων βασιλεῖ· οἳ καὶ μάλιστα προθύμως πρὸς πάντα ὑπηρέτουν, καὶ πρὸς τὴν τῆς πατρίδος ἐσπούδαζον κατάληψιν. ἐπειδὴ ἥλων οὐκ εὐπόρουν, τοῖς ἐκ τῆς βασιλικῆς σκηνῆς χρησάμενοι καλωδίοις, κλίμακας κατεσκεύασαν τέτταρας ἐν βραχεῖ, ὁπλῖται δὲ καὶ ἐκ τῶν ψιλῶν ἄραντες αὐτὰς, Βεῤῥοιωτῶν ἡγουμένων μετὰ Μαρζελάτου, τοῖς τείχεσι προσήρεισαν, μηδενὸς εἰδότος τῶν ἔνδον πολιτῶν· καὶ αὐτοὶ ἀνέβαινον πρῶτοι, ἔπειτα καὶ ἐκ τῶν ὁπλιτῶν καὶ τῶν ψιλῶν. βασιλεὺς δ' ἐπεὶ ᾐσθάνετο ἔνδον ὄντας τοὺς οἰκείους, αὐτίκα τὸ στράτευμα διῄρει, καὶ Ῥωμαίους μὲν ἔχων αὐτὸς ἱππέας καὶ πεζοὺς, ἐπὶ τὰς κλίμακας ἐχώρει, τὸ βαρβαρικὸν δὲ μετὰ Ῥωμαίων τῶν ἐπιλοίπων ἐπὶ τὴν ἀκρόπολιν ἐκέλευε χωρεῖν, ὥστε καταπλήττειν πολλαχόθεν προσβαλόντας. οἱ ἔνδον δὲ γενόμενοι στρατιῶται, πρῶτα μὲν φύλαξί τισι περιτυχόντες, συνελάμβανον καὶ σιωπᾷν ἐκέλευον, ἢ ἠπείλουν ἀποκτείνειν. ἔπειτα ἐλθόντες ἐπὶ πύλην τὴν Ὀψικκιανὴν προσαγορευομένην, ἑτέροις ἐνέτυχον φύλαξι πολίταις, οὓς ἐκέλευον συμπράττειν σφίσι καὶ καταγνύναι τοὺς μοχλούς· θᾶττον δὲ ἢ λόγος ἐκεῖνοι τὰς πύλας διανοίξαντες, εἰσεδέχοντο βασιλέα. ὁ δὲ, τῶν ἀρίστων ὀλίγους πρὸς ταῖς πύλαις κατασχὼν περὶ αὑτὸν, τοὺς ἄλλους ἔνδον ἐκέλευε χωρεῖν καὶ συμπλέ 3.124 κεσθαι τοῖς πολεμίοις. τοὺς δὲ καὶ μόνοι ἤρκουν διαφθείρειν οἱ ἐγχώριοι. ὡς γὰρ ᾔσθοντο ἔνδον ὄντα βασιλέα, τῆς εὐφημίας πᾶσι ποιούσης δῆλον, ἐπέθεντο αὐτίκα Τριβαλοῖς, καὶ τά τε ὄντα διήρπαζον, καὶ συνελάμβανον εἴ που περιτύχοιέν τινι. οἱ Τριβαλοὶ δὲ ἐπεὶ ᾐσθάνοντο ἑαλωκυῖαν Βέῤῥοιαν, πρῶτα μὲν ἐπὶ τοὺς ἄρχοντας συνέθεον πανταχόθεν ὡπλισμένοι, ὡς ἢ ἀμυνούμενοι, ἂν ἐξῇ, ἢ τὰς πρὸς τῇ ἀκροπόλει πύλας διανοίξαντες ἀποδιδράσκοιεν. τῶν βαρβάρων δὲ ἀλαλαξάντων ἔξωθεν τῆς ἀκροπόλεως, αὐτίκα πᾶσαν ἐλπίδα σωτηρίας ἀπογνόντες, τῶν ἵππων ἀποβαίνοντες, εἰσῄεσαν εἰς τὴν ἀκρόπολιν, παῖδας καὶ γυναῖκας ἔχοντες, τῶν δὲ ἄλλων οὐδένα λόγον ἐποιοῦντο. ὄντων δὲ πολλῶν, τριάκοντα γὰρ ἦσαν τῶν εὐπατριδῶν ἅμα γυναιξὶ καὶ τέκνοις, οἳ στρατιωτῶν πάντες ἦρχον, στρατιῶται δὲ πεντακόσιοι καὶ χίλιοι, ἐπεὶ τὰ τῆς ἀκροπόλεως τείχη καὶ οἱ πύργοι ἦσαν ἀτελεῖς, οἱ μὲν ἄρχοντες ἅμα γυναιξὶ καὶ τέκνοις εἰς ἕνα τῶν πύργων ὕψους ἱκανῶς ἔχοντα εἰσῄεσαν, τὸ δ' ἄλλο τῶν στρατιωτῶν πλῆθος, οἱ μὲν συνελαμβάνοντο αὐτίκα, οἱ δὲ πρὸς τὰς οἰκίας κατεκρύπτοντο παρὰ τοὺς φίλους. οἱ Γερμανοὶ δὲ τὴν ἑτέραν εἶχον ἀκρόπολιν καθ' ἑαυτοὺς, ἣ πρὸς τῇ Βασιλικῇ καλουμένῃ πύλῃ ἦν· ἄλλο δέ τι πλῆθος ἀχθοφορούντων, ὡς ἐλέγετο ὑπὲρ μυρίους ὂν, ἐκ πάσης τῆς ὑπὸ Κράλην γῆς ἠγμένον ἐπὶ τὴν οἰκοδομὴν τῆς ἀκροπόλεως, ἔξω αὐλιζόμενον τειχῶν, ὡς ᾔσθετο τοὺς βαρβάρους, ἔτι δοκῶν με 3.125 γάλων προσερηρεισμένων τοῖς τείχεσιν, ἐπὶ λίθων καὶ τῆς ἄλλης ὕλης ἀνολκὴν δι' αὐτῶν εἰσρυέντες, διεσώθησαν ἐντὸς τῆς πόλεως. ὁ βασιλεὺς δὲ ἐπεὶ ᾔσθετο ἤδη κατὰ κράτος τὴν πόλιν ἐχομένην, ἴη καὶ αὐτὸς πρὸς τὴν ἀκρόπολιν εὐφημούμενος ὑπὸ τῶν πολιτῶν καὶ προπεμπόμενος· γενόμενος δὲ ἐκεῖ, πάντα μὲν εὕρισκεν ὑπό τε τοῦ δήμου καὶ τῆς στρατιᾶς διηρπασμένα· τοὺς βαρβάρους δὲ πέμψας ἐκώλυσε, μὴ εἰσελθεῖν ἐντὸς τῆς πόλεως, ἵνα μή τι ὑπ' αὐτῶν κακουργηθῇ, ὡς πολέμῳ τῆς πόλεως ἑαλωκυίας. ἔπειτα τοῖς Τριβαλοῖς τοῖς ἐν τῷ πύργῳ ἐκέλευεν ἐξιέναι δεξιὰν διδοὺς, ὡς οὐδὲν παρ' αὐτοῦ πείσονται δεινόν. οἱ δ' αὐτίκα ἐξιόντες προσεκύνουν. πάντες γὰρ τῶν φίλων ἦσαν. Γερμανοὶ δὲ ἀντεῖχον πρὸς τὸν δῆμον καὶ τοὺς ἐκ τῶν τριηρέων ὁπλίτας μαχομένους ἄχρις οὗ βασιλεὺς ἐγένετο καὶ πρὸς αὐτούς. αὐτίκα δὲ καὶ αὐτοὶ ἐκλιπόντες τὴν ἀκρόπολιν προσεχώρουν. ἦσαν δὲ ἐκεῖνοι, οἳ μετὰ βασιλέως, ὅτε πρὸς Βέῤῥοιαν τὸ πρῶτον ἧκε, Κράλη προστάττοντος, συνεστρατεύοντο, οἷς ὁ βασιλεὺς μεγάλας ᾔδει χάριτας τῆς εἰς αὐτὸν εὐνοίας τότε. οὐ γὰρ ὑπέμειναν, καίτοι ὑπὸ Κράλη