Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.9 Τοὺς περὶ τῆς κλήσεως τῶν ἐξ Ἰσραὴλ διαπεράνας λόγους, ἐφ' ἕτερόν τινα νουθεσίας ἔρχεται τρόπον, καλὸν καὶ ἐπωφελῆ, καὶ ἁπάσης εὐκοσμίας πρόξενον, καὶ λαμπρῶν στεφάνων ἐμποιητικόν· χρῆναι δέ φημι τὸν τῆς προφητείας σκοπὸν προαπογυμνῶσαι τοῖς ἐντευξομένοις, ὡς ἂν εἰδεῖεν ἐφ' ὅτῳ λοιπὸν ὁ τῶν εἰρη- μένων συντείνεται νοῦς. Οὐκοῦν ἐν τοῖς ἀνόπιν λόγοις, οἷς πεποίηται Θεὸς περὶ τῶν ἐξ Ἰσραὴλ, ἐμφανεῖς ἦσαν πολέμου καὶ εἰς ὅσον οὐδέπω παρεσομένης ἀδια- φύκτου συμφορᾶς [προαπαγγελίαι]. Ἔφη γάρ· "6Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου· κἀγὼ ἰδών σε παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης· κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου."6 Ἐλέγομεν δὲ, ὅτι κακά φησιν ἐν τούτοις τῶν ἐξ Ἰσραὴλ, τὰ ἐπὶ τοῖς εἰδώλοις εὑρήματα. ∆ιὰ τοῦτο καὶ ἔφασκεν· "6Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου."6 Ἦν οὖν ἄρα τισὶ προαπαγγελία πολέμου, καὶ ἐκτεθρύλλητο παρὰ τοῖς Ἰουδαίων δήμοις τοῦτο· ἀλλ' ἦσάν τινες ἐν αὐτοῖς εὐλαβείας δόκησιν περικείμενοι, καὶ δρῶντες μὲν ἀφυλάκτως, ἃ μηδὲ θέμις εἰπεῖν, ὡραϊσμοῖς δὲ τοῖς ἔξωθεν ἑαυ- τοὺς κατακαλλύνοντες, καὶ δόξαν ἐπιεικείας, ὡς ἔφην, ἁρπάζοντες. Οὗτοι καὶ νηστείας ὑπεπλάττοντο, καὶ συχνὰς ποιεῖσθαι τὰς προσευχὰς, ἀποσκευάζεσθαι διὰ τούτου νομίζοντες τὰ ἐκ τῆς θείας ὀργῆς. Οὐκοῦν ἐπειδήπερ εἰς λήθην ἐνηνεγμένοι τῶν ἰδίων πλημ- μελημάτων, ᾠήθησαν ὅτι τοῖς τὰ αἴσχιστα δρᾷν εἰωθόσιν ἀπόχρη πρὸς δικαίωσιν καὶ ἁγιασμὸν ἀσιτία μόνη καὶ προσευχή· προστάττει Θεὸς τῷ προφήτῃ, λέγων· "6Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλ- πιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν."6 Μὴ γὰρ δὴ λεληθό- τως, φησὶ, μήτε μὴν ἐν παραβύστῳ λάλει τισί· κέχρησο δὲ μᾶλλον ὑψηλῇ τινι καὶ ἐπηρμένῃ φωνῇ, καὶ ἐν πάσῃ παῤῥησίᾳ τοὺς πλημμελοῦντας ἐλέγχει, καὶ μανθανέτωσαν ἑαυτῶν τὰ πλημμελήματα, καὶ ὧν ἀποσχέσθαι χρῆν, εἴπερ ἤθελον εἶναι παρὰ Θεῷ τίμιοι, καὶ φειδοῦς ἄξιοι τοῖς [ἴσ. τῆς] παρ' αὐτοῦ. 9Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλε- λοιπώς.9 Συνάπτουσι, φησὶν, ἡμέραν ἡμέραις, τὴν παρ' ἐμοῦ ζητοῦντες ἐπικουρίαν, καὶ γνῶναι θέλοντες τὰς ἐμὰς ὁδοὺς, τουτέστι τὰς ἐφ' ἑκάστῳ πράγματι διοικήσεις. Πολέμου γὰρ περιηγγελμένου, καὶ φόβου τὰ πάντα διακυκήσαντος, νενηστεύκασι μὲν, ᾠήθησαν δὲ ὅτι 70.1281 μαθήσονται, καὶ ὅποι ποτὲ τὸ τοῦ πράγματος ἥξει πέρας. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν. Ἐπιθυμοῦσι δὲ ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοι- πώς· τουτέστιν, ὡς ἐννόμως πολιτευσάμενοι, καὶ τῶν δοθέντων αὐτοῖς θεσπισμάτων ἄριστοι γεγονότες φύ- λακες, καὶ ἀμώμητον ἔχοντες ζωὴν, καὶ πολιτείας εὐαγοῦς αὐχήματι περικείμενοι. Τοῖς γὰρ τοιούτοις πρέποι ἂν τὸ καὶ ζητεῖν τὸν Θεὸν, τουτέστιν, ἐγγὺς εἶ- ναι θέλειν αὐτοῦ, καὶ φειδοῦς ἀπολαύειν τῆς ἄνωθεν, γνῶναί τε πρὸς τούτῳ τὰς ὁδοὺς αὐτοῦ. Εἴρηται γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· "6Ζητήσατε τὸν Κύ- ριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ' ἃν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπι- στραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται· ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας αὐτῶν."6 9Αἰτοῦσί με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι, λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως; Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε, εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τα- πεινόν.9 Ἐγκαλοῦσί μοι, φησὶν, ὡς μὴ τὰ δίκαια νέμοντι διὰ τοῦ μὴ βούλεσθαι κατελεεῖν τοὺς ταπεινοὺς διὰ νηστείας καὶ προσευχῆς εἶτα βούλονται καὶ ἐγγὺς εἶναι Θεοῦ, ἐπ' οὐδενὶ μὲν τῶν εἰς εὐσέβειαν