452
κελευόμενοι, ἐκλιπεῖν αὐτὸν ἐν Θεσσαλονίκῃ στρατευόμενον, ἀλλὰ, καίτοι πολλῶν κινδύνων περισχόντων, ὅμως ἄχρι Βεῤῥοίας εἵποντο προθύμως. δι' ἃ αὐτοῖς ὁ βασιλεὺς, καίτοι αἰχμαλώτοις γεγενημένοις, ἡμέρως ἐχρήσατο καὶ προσηνῶς, καὶ ὅπλα παρασχόμενος καὶ ἵππους, ἔτι δὲ καὶ ἀργύριον προσθεὶς, ἀπέπεμπεν ἐπὶ Κράλην. τοὺς δὲ 3.126 ἄλλους στρατιώτας ἅπαντας πλὴν τριάκοντα τῶν ἀρχόντων· ἠμφιεσμένους ἐκέλευε πεζῇ ἀναχωρεῖν εἰς τὴν οἰκίαν. οἱ γὰρ ἵπποι διηρπάσθησαν ὑπὸ τῆς στρατιᾶς. καὶ τὸ ἄλλο πλῆθος ἅπαν τὸ ἀχθοφορικὸν οἱ στρατιῶται μακρὰν τὴς πόλεως ἀπαγαγόντες, ἀπέλυον, κελεύσαντος βασιλέως, ἵνα μὴ ὑπὸ τῶν βαρβάρων διαρπασθῶσιν. οἱ τριάκοντα δὲ, βασιλέως ἐντίμως βουλομένου ἀπολύειν, ἐδεήθησαν κατέχεσθαι, ἵνα μὴ πρὸς τὸν σφέτερον δυνάστην διαβληθῶσιν, ὡς τὰ βασιλέως ᾑρημένοι, καὶ ἑκόντες ὄντες δόξωσι σφᾶς τε παραδεδωκέναι καὶ τὴν πόλιν. μετὰ μικρὸν δὲ οἱ μὲν ἀπῄεσαν εἰς τὰς οἰκίας, βασιλέως ἐπιτρέποντος, οἱ δ' ἐδόκουν διαδιδράσκειν· ἔνιοι δὲ αὐτῶν ἀχθέντες εἰς Θεσσαλονίκην, ἐκεῖθεν ἀπεδίδρασκον. οὐ γὰρ ἐν δεσμωτηρίοις κατεκλείοντο, ἀλλ' ἐν μοναστηρίοις ἄδετοι μόνον ἐφρουροῦντο. τοιαῦτα μὲν τὰ πρὸς Βέῤῥοιαν συνηνέχθη κρείττω πάσης ἐλπίδος εὐτυχηκότος βασιλέως, καὶ ἐν ἡμέρᾳ μιᾷ τοσούτων πολεμίων ἀναιμωτὶ κυρίου γεγενημένου. τέθνηκε γὰρ οὐδεὶς οὔτε Ῥωμαίων, οὔτε Τριβαλῶν πλὴν ἑνὸς βαρβάρου, κἀκείνου, ὡς ἐλέγετο, ὑπὸ Ῥωμαίων ἀνῃρημένου. οἱ βάρβαροι δὲ ἐπεὶ ἐκ τῆς ἁλώσεως τῆς πόλεως οὐδὲν ἀπώναντο, οὐ γὰρ εἴασεν ὁ βασιλεὺς ἐντὸς γενέσθαι, τὴν ὑποκειμένην Κράλῃ χώραν ἐδεήθησαν καταδραμεῖν, καὶ βασιλέως ἐπιτρέψαντος, κατέδραμόν τε, καὶ λείαν ἤλασαν πολλὴν μάλιστα ἐκ βοσκημάτων, ἀνθρώπων δὲ ὀλίγων. συνηρεφοῦς γὰρ ὄντος τοῦ τόπου καὶ λοχμώδους, ῥᾳδίως διεδίδρασκον. ιθʹ. Βασιλεὺς δὲ ἐπεὶ τὰ κατὰ Βέῤῥοιαν ᾗ ἐβούλετο 3.127 διῴκει, Ἐδέσσῃ ἐπεστράτευσε, πλείους ἄγων, ἢ Βεῤῥοίᾳ ἐπιών. οὐκ ὀλίγοι γὰρ πρὸς τοῖς οὖσι συνείποντο καὶ ἐκ Βεῤῥοίας. οὐ μέντοι τοσοῦτον πρὸς τὴν αἵρεσιν τῆς πόλεως ἐθάῤῥει τῇ συνούσῃ στρατιᾷ, ὅσον Ἐδεσσηνῶν τοῖς δυνατοῖς, οὓς ᾤετο αὐτίκα προσχωρήσειν καὶ τὸν ἄλλον δῆμον πείσαντας. οἱ δὲ τοὐναντίον ἅπαν ὤφθησαν, ἤπερ ᾤετο ὁ βασιλεύς. οὐ μόνον γὰρ αὐτοὶ πολέμιοι ἦσαν φανερῶς, ἀλλὰ καὶ τὸν δῆμον ἔπειθον, ἑστῶτές τε ἀπὸ τῶν τειχῶν ἀπέσκωπτον εἰς βασιλέα, πολλὴν αὐτοῦ φάσκοντες καταγινώσκειν ἀπειρίαν, εἰ Κράλη μετὰ πολλαπλασίου στρατιᾶς ἐν ἑκκαίδεκα ἔτεσι πολιορκοῦντος καὶ πλέον οὐδὲν ἀνύειν δυνηθέντος ἐκ τῶν ὅπλων, εἰ μὴ ἑκόντες προσεχώρουν, αὐτὸς ἤλπισεν ἐν βραχεῖ περιγενήσεσθαι τοσούτους ἄγων. βασιλεὺς δὲ ἤχθετο μὲν πρὸς τὴν ἀποτυχίαν τῆς πόλεως· αὐτίκα τε ἀπεγίνωσκε τὸ τειχομαχεῖν οὐ μόνον διὰ τὴν φυσικὴν ὀχυρότητα τῆς πόλεως καὶ τὴν ἐκ τῶν τειχῶν, ὑπὲρ ἥμισυ γὰρ ὕδασι περικλυζομένη, ἀπρόσιτός ἐστι πολεμίοις διὰ τὴν λίμνην· τὸ δὲ ἐπίλοιπον τείχεσιν ὀχυρωτάτοις καὶ πύργοις μεγάλοις, ἔστι δ' ὅπου καὶ κρημνοῖς καὶ φάραγξιν ἀβάτοις περιέχεται, ἀλλ' ὅτι καὶ στρατιὰ οὐκ ὀλίγη ἦν ἐκ Τριβαλῶν ἐγκαθιδρυμένη πρὸς τῇ πόλει φρουρᾶς ἕνεκα, ὧν ἦρχον τέτταρες τῶν παρ' αὐτοῖς ἐπιφανῶν, οἷς συνηγωνίζοντο προθύμως καὶ τῶν πολιτῶν οἱ δυνατοί. ὅμως 3.128 ἐδόκει τὴν νύκτα αὐτοῦ αὐλισαμένους, εἰς τὴν ὑστεραίαν ἀναχωρεῖν, καὶ μὴ τρίβειν τὸν καιρὸν ἐπιχειροῦντας ἀδυνάτοις. τὰ ἴσα δὲ καὶ τοῖς ἐν τέλει Ῥωμαίων ἐδόκει πᾶσι καὶ τῆς στρατιᾶς τοῖς ἡγεμόσιν. ἀδύνατον γὰρ κἀκεῖνοι ὑπενόουν τειχομαχίᾳ τὴν λῆψιν τῆς πόλεως, ὅσον ἐκ τῆς κατὰ τὰς μάχας πείρας. νυκτὸς δὲ ἐκ τῶν ὁπλιτῶν τινες, οἳ εἵποντο βασιλεῖ ἐκ τῶν τριηρέων, προσελθόντες ἐπυνθάνοντο βασιλέως, εἴ τι σκέπτοιτο περὶ τῆς πόλεως. τοῦ βασιλέως δὲ πρὸς εἰρωνείαν ἐρομένου, τί δ' ἂν αὐτοῖς δοκοίη βέλτιον, ἀποπειρᾶσθαι τῶν τειχῶν, ἢ ἀναχωρεῖν, αὐτοὶ μάχεσθαι παρῄνουν καὶ ἐδέοντο, μὴ διὰ τὴν Ἐδεσσηνῶν ἀγνωμοσύνην ἀπολιπεῖν τὴν πόλιν ὅπλοις ἁλίσκεσθαι οὖσαν δυνατήν. αὐτοί τε ἐπηγγέλλοντο προθύμως ἀγωνιεῖσθαι, καὶ τοὺς ἄλλους τριηρίτας παρέξειν