Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀγαθοὶ παντελῶς ὀλιγωρήσαντες, καὶ τῶν ἀρίστων ἀνδραγαθημάτων οὐδὲν προκατωρθωκότες· εἶτα τὴν ἀσιτίαν τὴν ἀκερδῆ, καὶ ἀνόνητον, ὡς μέγα τι χρῆ- μα καὶ παρὰ Θεῷ τίμιον ἐπιτηδεύοντες· εἰκῆ πυκτεύ- ουσι, καὶ εἰς ἀέρα δέρουσιν· οὐ γὰρ ἔμμισθος ὁ πόνος αὐτοῖς, ὅτι καὶ ἀπαράδεκτος τῷ Θεῷ. Ἵνα τί τοίνυν νηστεύετέ μοι, φησὶν, ὥστε ἐν ἡμέρᾳ μιᾷ τὴν κραυγὴν τῆς φωνῆς ὑμῶν ἀκουσθῆναι; Κραυγὴν δέ φησιν, ἤτοι τὴν προσευχὴν τὴν μετά γε, φημὶ, τῆς ἀνωφελοῦς νηστείας, ἤγουν τὴν ἀπ' αὐτοῦ τοῦ πράγ- ματος. Ἔχειν γάρ τινα λέγονται φωνὴν πρὸς τὸν 70.1285 Θεὸν τὰ δρώμενα παρ' ἡμῶν, κατά γε τὸ εἰρημένον 70.1285 τῷ Κάϊν παρ' αὐτοῦ· "6Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς."6 Ἀλλ' οὐ ταύτην τὴν νη- στείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπ- έφηνεν εἰπὼν, ὅτι "6Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας. Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν."6 Οὐκοῦν, οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτια- μάτων, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ' ἂν ὑμεῖς αὐτὴν νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. 9Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέ- γει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶν- τι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσ- άγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περί- βαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.9 τῷ Κάϊν παρ' αὐτοῦ· "6Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς."6 Ἀλλ' οὐ ταύτην τὴν νη- στείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπ- έφηνεν εἰπὼν, ὅτι "6Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας. Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν."6 Οὐκοῦν, οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτια- μάτων, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ' ἂν ὑμεῖς αὐτὴν νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. 9Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέ- γει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶν- τι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσ- άγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περί- βαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.9 Ἔδει τοῖς οὐκ εἰδόσι τῆς ἀληθοῦς νηστείας τὸν τρόπον, ἐπιδειχθῆναι τοῦτον παρὰ Θεοῦ. Παρ' αὐτοῦ γὰρ πᾶσα σοφία, καὶ σύνεσις, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδὸς ἀναδείκνυται. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος ∆αβὶδ, καί φησιν· "6Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου."6 Οὐκοῦν ἀπόβλητον μὲν ἐποιήσατο τὴν ἀτεχνεστάτην καὶ κατ' οὐδένα τρόπον ὀνησιφόρον τῶν Ἰουδαίων νηστείαν, ἐμφανίζει δὲ τῆς ἀληθινῆς τὴν δύναμιν. Λύε γὰρ, φησὶ, πάντα σύνδεσμον ἀδικίας, τουτέστιν, ἀπαλλάττου τοῦ πλεονεκτεῖν βούλεσθαί τινας· ἀδικίας γὰρ σύνδεσμος ἡ πλεονεξία, καὶ τὸ ἐπιφύεσθαί τισι τῶν ἀσθενεστέρων, καὶ οἷον ἐπιπλοκαῖς ἀφύκτοις αἰτιαμάτων καταδεσμεῖν αὐτοὺς, ὑπέρ γε τοῦ κατα- στῆσαι περιδεεῖς, οὕτω τε ζητεῖν ἅπερ ἂν βούλωνται παρ' αὐτῶν λαμβάνειν. ∆ιάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Συναλλάγματα δὲ βίαια, καὶ τὰ ἐκ στραγγαλιᾶς, ἤγουν δυστροπίας, ἐπίμεστά φαμεν εἶναι τὰ ἐμπορικά. Καὶ πρός γε τούτοις τὰ ἕτερα τῶν καλουμένων δόσεών τε καὶ λήψεων, ἃ πλεον- ασμούς τινας ἔχει, καὶ λημμάτων αἰσχρῶν ἐραστὰς ἀποδείκνυσι