μέντοι ἀλάστωρ, φασίν, ὁἁμαρτωλός, ἢ κατὰ Χρύσιππον ὁ φονεύς, διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ἢ ἀπελαύνεσθαι. βαρύτερον δὲ ἡ λέξις καὶ ἐπί τινων δαιμόνων κεῖται· δαίμονες γὰρἀλάστορες οἱ κακύνοντες. (ῃ. 297-300) Ὅτι Νέστωρ τοὺς ἑαυτοῦ στέλλων, ὡςἐρρέθη, καὶ ὀτρύνων μάχεσθαι, «ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφιν,πεζοὺς δ' ἐξόπισθε στῆσε πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο», ἵναδηλονότι τοὺς ἱππεῖς ὑποχωροῦντας οἱ πεζοὶ δέχωνται οἷά τινες πύλαι τείχους,ἢ καθ' Ὅμηρον εἰπεῖν «πολέμου γέφυραι», καὶ αὖθις οἱ αὐτοὶ πεζοὶ ἐκ διαστάσεως συναγόμενοι καὶ ἑνούμενοι ὡσεὶ πύργος καὶ οἷον ἕρκος πολέμου ὑπομένωσιτοὺς πολεμίους ἐπιόντας. κακοὺς δέ, φησίν, ἐς μέσον ἤλασε, καὶ ἱππόταςδηλαδὴ καὶ πεζούς. διὰ τί; ἵνα τις, φησί, καὶ οὐκ ἐθέλων κατ' ἀνάγκην πολεμίζῃ,τοῖς μὲν ὄπισθεν ὠθούμενος, ἑπόμενος δὲ τοῖς ἐπὶ τοῦ μετώπου. μεταξὺ γοῦνδύο καλῶν ἕνα κακὸν ἐνέβαλε καὶ τοὺς δειλοὺς Λακωνικῶς ἄνδρα παρ' ἄνδραἔστησεν, ἵνα συνέλκοιντο ὑπὸ τῶν γενναίων οἱ κακοί. καὶ τοῦτό ἐστι τὸ ἐπὶτριῶν ταχθῆναι τὴν φάλαγγα, ὃ δή φησιν Ἀρριανὸς ἐν τῇ Ἰνδικῇ, ἤγουν ἐπὶ τρεῖς ὡς εἰπεῖν στίχους ἢ ὀρδίνους. ἡ δὲ τοιαύτη ἔκταξις καὶ τοὺς τριστάταςἔχει. ἕτεροι δὲ τὸ μὲν πρῶτα ἐπὶ τοῦ δεξιοῦ κέρατος ἤκουσαν, τὸ δὲ ὄπισθεν ἐπὶτοῦ ἀριστεροῦ ἐνόησαν, καί φασιν ἐπὶ μετώπου τάσσεσθαι τὴν φάλαγγα καὶ 1.751 οὐ κατὰ βάθος. Ἡρόδωρος δὲ καὶ Ἀπίων φασὶ κατὰ πλινθίον γενέσθαι τὴν τοῦΝέστορος τάξιν, τουτέστι κατὰ στίχους ἐπιμήκεις, τὸν αὐτὸν ἔχοντας ἀριθμόν,καὶ μεταξὺ τῶν δύο στίχων ὁδόν τινα εἶναι, ὅπως δι' ἐκείνης καὶ προελθεῖνδύνωνται βουλόμενοι καὶ ὑποστρέψαι πάλιν. ταύτης δὲ τὰς μεταξὺ ὁδοὺςγεφύρας ὁ ποιητὴς καλεῖ. καὶ τοιούτου, φασί, τοῦ διαστήματος ὄντος οὐκέτισυμβαίνει οὔτε ἐπισκοτεῖσθαι τοὺς πεζοὺς ὑπὸ τῶν ἱππέων, ὡς αἰτιῶνταί τινεςτὴν τοῦ Νέστορος ἔκταξιν, οὔτε συμπατεῖσθαι ὑπ' ἐκείνων. ἀναχωροῦσι γὰρδιὰ τῶν καλουμένων γεφυρῶν. (ῃ. 300) Ἰστέον δέ, ὅτι, ὥσπερ ἡ σελήνησεληναίη λέγεται κατὰ παραγωγὴν καὶ εὐνή εὐναία τραγικῶς, ἡ ἄγκυρα,καὶ ἡ παρ' Ὁμήρῳ καλάμη καλαμαία κοινότερον καὶ ἡ πέρα περαία [καὶ ἡ ἀλκήἀλκαία ἐπὶ λέοντος, καὶ ἡ προνομή προνομαία ἐπὶ ἐλέφαντος καὶ ἡ ἀκτήἈκταία, ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ,] καὶ ἡ ἀρχή ἀρχαίη καὶ ἡ ἈθήνηἈθηναίη, οὕτω καὶ ἡ ἀνάγκη ἀναγκαίη ἐν τῷ «ὄφρα καὶ οὐκ ἐθέλων τιςἀναγκαίῃ πολεμίζῃ». ἔνθα ἐφερμηνευτικά εἰσιν ἀλλήλων τὸ «οὐκ ἐθέλων» καὶ τὸ»ἀναγκαίῃ». καὶ σημείωσαι ἀνάγκην ταύτην ἐπαινουμένην. στρατηγικὴ γάρἐστιν ἐπὶ σωτηρίᾳ τῶν ὁμοεθνῶν. εἰσὶ δέ τινες καὶ ἐν Ὀδυσσείᾳ ἀναγκαῖοιπολεμισταί, ἄλλως ἐκεῖνοι οὕτω λεγόμενοι. (ῃ. 301-5) Ὡς δὲ τιμιώτεροι τῶνἄλλων οἱ ἱππεῖς, δηλοῖ ἐπαγαγών· «ἱππεῦσι πρῶτ' ἐπετέλλετο» κελεύων»σφοὺς ἵππους ἐχέμεν», ἤγουν ἐπέχειν τοὺς ἰδίους ἵππους, «μηδὲ κλονέεσθαιὁμίλῳ», ἀτάκτως δηλαδή· «μηδέ τις», φησίν, «ἱπποσύνῃ καὶ ἠνορέῃφι πεποιθὼςοἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ' ἀναχωρείτω», μόνοςδηλονότι πρὸ τῶν ἄλλων. διὰ τί; «ἀλαπαδνότεροι γάρ», φησίν, «ἔσεσθε».λύεται γὰρ οὕτως ἡ τάξις καὶ λειποταξίου γραφῇ ἐνέχεται ὁ πρόσθε τῶν ἄλλωνἐθέλων μάχεσθαι, ὡς καὶ ὁ πρὸ τῶν ἄλλων ἀναχωρῶν. τὸν δὲ λειποτακτοῦντα καὶ 1.752 θανάτῳ ἐν τοῖς πρὸ τούτου ἐδικαίου ὁ Νέστωρ τε καὶ ὁ βασιλεύς. Ἄσιος δέ τις ἐντοῖς μετὰ ταῦτα ἐναγλαϊζόμενος τοῖς ἑαυτοῦ ἵπποις καὶ ἀστρατηγήτωςφανητιῶν ἐπάξια τῆς ἀτασθαλίας πείσεται. [(ῃ. 302) Ὅρα δὲ τὸ σφούς, οὗπερεὐθεῖα, εἰ καὶ μὴ πρόχειρος εἰς χρῆσιν, ὁ σφός. ὅθεν καὶ χρηστὴ δοτικὴ»σφοῖσι», τοῖς ἰδίοις, καὶ αἰτιατική «σφούς» καὶ θηλυκόν, ὡς εἰκός, «σφή».ἐξ οὗ καὶ τὸ «σφῇ ἀρετῇ» καὶ «σφῇσι κεφαλαῖς», ταῖς ἰδίαις.] (ῃ. 303) Ἱπποσύνην δὲ λέγει τὴν ἱππικὴν ἀρετήν, ἤτοι τὴν ἡνιοχικήν, ἄλλο οὖσαν παρὰ τὴνἠνορέην ἤτοι τὴν ἀνδρίαν. τὸ δέ «μηδέ τις μεμάτω μηδ' ἀναχωρείτω» ἐναλλαγὴν ἔχει σχήματος. ἄλλως γὰρ ἀπαρέμφατα καὶ ταῦτα ἐχρῆν εἶναι ἀκολούθωςτῷ