455
περὶ αὑτὸν ἠθροισμένην ἔχων, ἀντικαθίστασθαι πρὸς βασιλέα οὐκ ἐθάῤῥει, ἀλλὰ πάντα προέμενος ἐβούλετο φυγομαχεῖν. ὅθεν καὶ τῶν Σκοπιᾶς πολιτῶν πρεσβευσαμένων πρὸς αὐτὸν καὶ τὴν ἔφοδον ἀπαγγελλόντων βασιλέως καὶ δεομένων βοηθεῖν, πρῶτα μὲν ἐλπίδας παρείχετο ὡς βοηθήσων, ἂν ἐπίωσιν αὐτοῖς Ῥωμαῖοι· ὡς δὲ μᾶλλον προσέπιπτον αἱ φῆμαι φοβερώτεραι τῶν ἐπιόντων Ῥωμαίων καὶ βαρβάρων, φανερῶς ἀπεῖπε τὴν ἐπικουρίαν τοῖς ἐκ τῆς Σκοπιᾶς· ἐκέλευέ τε σώζειν ἑαυτοὺς ὡς ἂν οἷοίτε ὦσιν. αὐτὸν γὰρ μὴ δύνασθαι τὸ νῦν ἔχον ἥκειν πρὸς αὐτούς. οἳ βουλευσάμενοι κοινῇ καὶ πολλῆς ἀνοίας εἶναι κρίναντες ἀντικαθίστασθαι οἷς ὁ σφῶν δυνάστης τοσαύτην ἔχων δύναμιν οὐκ ἐτόλμα, ἥκουσι πρὸς βασιλέα καὶ τὴν πόλιν παρεδίδουν πρὶν διαφθαρῆναι. ὕστερον δὲ ἐπεὶ οἱ φόβοι διελύοντο, ἐπὶ δίκην καταστάντες ὑπὸ Κράλη καὶ διωκόμενοι ἀποστασίας, ῥᾷον ἀπελύσαντο τὰ ἐγκλήματα, τοῦ παρ' αὐτοῖς ἀρχιεπισκόπου διαιτῶντος· ὃς ἐπεψηφίζετο αὐτοὺς μηδὲν ἠδικηκέναι, εἰ, ἐπικουρεῖν μὴ βουλομένου Κράλη, ἀλλὰ καὶ παραινοῦντος σώζειν ἑαυτοὺς, συνετά τε ἅμα καὶ σωτήρια σφίσιν ἐβουλεύσαντο, δουλεύειν τοῖς δυνατωτέροις ψηφισάμενοι. οὕτω πᾶσαι πόλεις κατεσείσθησαν τῷ φόβῳ τότε καὶ προσχωρεῖν 3.135 ἐβούλοντο ἑκοῦσαι βασιλεῖ, πρὶν ἀναρπασθῆναι. οὐχ αἱ πόλεις δὲ μόνον, ἀλλὰ καὶ τῶν Τριβαλῶν οἱ δυνατώτατοι, καὶ πρότερον εὔνως περὶ βασιλέα διακείμενοι, καὶ μᾶλλον ὑπ' ἐκείνου ᾑρημένοι βασιλεύεσθαι, τότε καὶ μᾶλλον ὑπὸ δέους κρύφα διελέγοντο καὶ παρώξυνον ἥκειν ἐπὶ σφᾶς, ὡς πάντων τὰ δυνατὰ βουλησομένων συνεργεῖν. ἧκον δὲ καὶ αὐτόμολοι δύο ἐξ αὐτῶν· ὧν ἅτερος τῶν μάλιστα ἦν ἐπιφανῶν, κατὰ γένος προσήκων Κράλῃ, Χλάπαινος ὠνομασμένος, στρατιάν τε ἔχων ὑφ' ἑαυτὸν οὐκ εὐκαταφρόνητον καὶ πολλὴν περιουσίαν· ὁ λοιπὸς δὲ οὐ τῶν πάνυ περιδόξων ἦν, πλὴν κἀκεῖνος ἀρχάς τε πόλεων ἐγκεχειρισμένος καὶ στρατοπέδων ἡγεμονίας, ὄνομα Τολίσθλαβος. καὶ ἄμφω δὲ ἐκ τῶν ἄλλων δυνατῶν λόγους ἐκόμιζον πρὸς βασιλέα, ὡς, ἢν ἐπίῃ Κράλῃ, καὶ αὐτοὶ συμπολεμήσουσιν ἀποστάντες. βασιλεῖ δὲ ἀξιόμαχον στρατιὰν οὐκ ἔχοντι οὐκ ἐδόκει δεῖν ταῖς ἀποστασίαις θαῤῥοῦντα μόνον, ἑαυτὸν εἰς τοὺς κινδύνους εἰσωθεῖν, ἀλλὰ παρασκευασάμενον ἐπιστρατεύειν ἐπικαίρως. τότε δὲ ἄρχοντα ἐν Βεῤῥοίᾳ ∆ιπλοβατάτζην τὸν πρωτοβεστιαρίτην καταλιπὼν, πραγμάτων τε δυσκολίαις καὶ μεταβολαῖς εἰδότα χρῆσθαι καὶ πρὸς μάχας τολμητὴν, ταῖς τε κατὰ Θετταλίαν προσχωρησάσαις Νικηφόρον ἐπιστήσας τὸν Σαραντηνὸν, ἐπανέζευξεν εἰς Θεσσαλονίκην. κʹ. Μετὰ μικρὸν δὲ τήν τε ἱππικὴν καὶ τὴν πεζὴν 3.136 δύναμιν ἀναλαβὼν, ἔχων καὶ βασιλέα τὸν γαμβρὸν συστρατευόμενον, ἐπεστράτευσε Γυναικοκάστρῳ, ὃ φρούριόν ἐστι καρτερώτατον ὑπὸ βασιλέως Ἀνδρονίκου τοῦ νέου οἰκοδομηθὲν αὐταῖς κρηπῖσιν, ἡμέρας ὁδοῦ μῆκος ἔλαττον ἀφεστηκὸς Θεσσαλονίκης. εἴχετο δὲ ὑπὸ Τριβαλῶν μετὰ τῶν ἄλλων αὐτὸ ἑλόντων. οὐκ ὀλίγα τε ἔβλαπτε Θεσσαλονίκην, στρατιὰν ἔκ τε Ῥωμαίων τῶν προσκεχωρηκότων καὶ Τριβαλῶν ἔχον ἐγκαθιδρυμένην. Βέλκος δὲ ὁ τοῦ φρουρίου ἄρχων, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, τοῖς ὅπλοις δείσας μὴ ἁλῷ, πέμψας ἐπηγγέλλετο προσχωρεῖν ἑκών. πίστεως δὲ ἕνεκα καὶ τὰ ἐν κόλποις ἅγια παρείχετο, ὅρκους μονονοὺ ὑπὲρ τοῦ τὸ φρούριον ἐγχειρίσειν παρεχόμενος. βασιλεῖ τε ἐδόκει βέλτιστον τὸ φρούριον ἔχειν ἄνευ φόνων καὶ κινδύνων· ἐκέλευέ τε Βέλκον ἥκειν παρ' αὐτόν. ἐπεὶ δὲ ἧκε πρὸς τὸ στρατόπεδον πρὸς βασιλέα, ὅρκους μὲν παρείχετο ἐπὶ τῷ βασιλεῖ τε αὐτὸν προσχωρεῖν καὶ τὸ φρούριον παραδιδόναι· ἐδεῖτο δὲ μὴ τὸ νῦν ἔχον ἢ αὐτὸν εἰσιέναι, ἢ φρουρὰν εἰσάγειν· τήν τε γὰρ οὐσίαν αὐτῷ πλείστην οὖσαν καὶ διεσκεδασμένην ἀπολεῖσθαι ὑπὸ Τριβαλῶν διαρπασθεῖσαν, καὶ τοὺς συγγενεῖς αὐτῷ καὶ οἰκείους Κράλην ἄρδην διαφθερεῖν διὰ τὴν πρὸς αὐτὸν ἀπέχθειαν· ἀλλὰ περιμείναντα ἡμέρας πεντεκαίδεκα, ἄχρις ἂν οἰκείους τε καὶ χρήματα μεταπέμψηται, οὕτω τὸ φρούριον παραλαμβάνειν. τούτοις μὲν οὖν ὁ βασιλεὺς πεισθεὶς, καὶ ὅρκους