456
ἐπὶ τοῖς εἰρημένοις ἐκείνου παρασχομένου, ἀνέστρεφεν εἰς Θεσσαλονίκην. 3.137 Βέλκος δὲ τὰ ὀμωμοσμένα δῆθεν ἐκπληρῶν, τούς τε οἰκείους ἐκ Τριβαλῶν μετεπέμπετο καὶ βοσκήματα καὶ τὴν ἄλλην περιουσίαν, ἔπεμπέ τε καὶ εἰς Θεσσαλονίκην οὐκ ὀλίγα, δεῖγμα τῆς πρὸς βασιλέα εὐνοίας καὶ τῆς φυλακῆς τῶν συνθηκῶν. Κράλης δὲ ἤδη πεπυσμένος, ὡς ἡ μὲν ἐκ τῆς ἠπείρου στρατιὰ καὶ Ῥωμαίων καὶ βαρβάρων τοσαύτη οὖσα ἀναστρέψειε, βασιλεὺς δὲ ταῖς τριήρεσι μόναις καὶ βαρβάροις πεζοῖς ὀλίγοις ἀφιγμένος εἰς Θεσσαλονίκην Βέῤῥοιάν τε εἷλε καὶ Ἔδεσσαν καὶ ἄλλας πολίχνας οὐκ ὀλίγας, ἀνεθάρσησέ τε καὶ στρατιὰν ἀναλαβὼν οὐ πολλὴν μὲν, πολὺ δὲ ὅμως ὑπερέχουσαν τῆς βασιλέως, ἤλαυνε σπουδῇ ἐπὶ Θεσσαλονίκην. καὶ Βέλκος μὲν αὐτίκα ὑπ' ἐκεῖνον ἦν, καὶ συνεστρατεύετο μετὰ τῶν ὑπ' αὐτὸν, τῶν πρὸς βασιλέα συνθηκῶν καὶ ὅρκων ἀμνημονήσας. Κράλης δὲ ἐγγὺς γενόμενος Θεσσαλονίκης, πρεσβείαν ἔπεμπε πρὸς βασιλέα καὶ πρῶτα μὲν ὠνείδιζε τὴν εἰς αὐτὸν ἀγνωμοσύνην, ὅτι ἀμνημονήσας ὧν εὖ ὑπ' αὐτοῦ πρότερον πεπόνθει, καιροῦ τυχὼν αὐτοῦ ταῖς πόλεσιν ἐπιστρατεύσειε, καὶ τοὺς φρουροῦντας κατασχοίη ἐκβαλὼν, καὶ χρημάτων ἀποστερήσειεν οὐκ ὀλίγων· ἃ οὐκ ἐχρῆν ποιεῖν, ἀλλὰ τῶν εἰς αὐτὸν γεγενημένων ἀπομνημονεύοντα, τὴν φιλίαν διασώζειν πρὸς αὐτόν. ἐπεὶ δὲ ἃ μὴ ἔδει εἴργαστο, κατηγορεῖν μὲν αὐτὸν, οἴεσθαι δὲ καὶ πάντα ὁντινοῦν. ἀναλύεσθαι δὲ ὄντων ἀδυνάτων τῶν γεγενημένων, βούλεσθαι μάλιστα αὐτὸν, εἴγε καὶ αὐτῷ δοκοίη, ἀλλήλοις συνελθεῖν, καὶ διαλεχθέντας περὶ τῶν διαφορῶν, συμβάσεις θέσθαι καὶ τὸν 3.138 πόλεμον καταθέσθαι, ἀνανεωσαμένους τὰς σπονδὰς καὶ τὴν εἰρήνην. τοιαῦτα μὲν ἐπρέσβευεν ὁ Κράλης, βασιλεῖ τε ἐδόκει βέλτιστα, καὶ συνέθεντο ἡμέραν ῥητὴν, ἐν ᾗ ἔδει γενομένους ἐν ταὐτῷ λύειν τὰς διαφορὰς, σπονδὰς θεμένους. ἐπιστάσης τε τῆς προθεσμίας, οἵ τε βασιλεῖς ἀμφότεροι ἐξῄεσαν ὡπλισμένοι καὶ οἱ συνόντες. Κράλης τε ὁμοίως μετὰ τῶν περὶ αὐτὸν ὡπλισμένοι ὄντες ἧκον ἐγγὺς Θεσσαλονίκης καὶ συνεγένετο τοῖς βασιλεῦσι. μετὰ δὲ τὴν προσαγόρευσιν ὁ Κράλης πρῶτος ἥπτετο πρὸς βασιλέα λόγου, «Ἀδικεῖς,» εἰπὼν, «ὦ βασιλεῦ, πολέμου ἄρχων. ἐγὼ δὲ ᾤμην εἶναι μηδὲν τῶν ὄντων, ὅ σε πρὸς ἐμὲ πεῖσαι δυνήσεται ἀγνωμονεῖν. οἶσθα γὰρ αὐτὸς τῶν ἄλλων μᾶλλον, ὡς πολεμηθεὶς ὑπὸ τῶν ὁμοφύλων καὶ τῆς Ῥωμαίων γῆς ἀπελαθεὶς, ἀδίκως μὲν, οὐ γὰρ ἂν ἀρνηθείην οὐδ' αὐτὸς, ὅμως δ' οὖν ἀπελαθεὶς, ἧκες παρ' ἡμᾶς, οὔτ' ἀμοιβάς σοι προτέρων εὐεργεσιῶν ὀφείλοντας, οὔτ' ἀγανακτοῦντας ὑπὲρ σοῦ ἀδικουμένου, ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ τὴν ὑμῶν πρὸς ἀλλήλους διαφορὰν ἐν εὐτυχίας μέρει λογιζομένους τῷ τὰ ἴδια εὖ τίθεσθαι. ἐγὼ δὲ, καίτοι τῶν σοὶ πολεμούντων πολλὰς πρεσβείας πεποιημένων καὶ χρήματα παρεχομένων καὶ πόλεις πολλὰς καὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀπόμοιραν προϊεμένων οὐκ ὀλίγην, καὶ φίλον ἔχειν καὶ σύμμαχον ὑπισχνουμένων, καὶ μίαν τούτων ἁπάντων χάριν ἀπαιτούντων τὸ σὲ δεσμώτην παρασχεῖν, ἢ αὐτὸν κατέχειν συλλαβόντα, οὐκ ἠθέλησα αὐ 3.139 τὸς, ἀλλὰ καὶ χρημάτων πολλῶν καὶ πόλεων τοσούτων καὶ χώρας πολλῆς καὶ ἀγαθῆς τὴν σὴν φιλίαν προειλόμην, καὶ οὐ μόνον οὐ προδέδωκα τοῖς πολεμίοις, καίτοι ῥᾷστά γε δυνάμενος, οὐ γὰρ οὐδ' αὐτὸς ἀγνοεῖς, ἐν ὅτοις ἦσθα τότε, ἀλλὰ καὶ τό γε εἰς ἐμὲ ἧκον, καὶ δὶς καὶ τρὶς ἐπὶ συμμαχίᾳ παρεσχόμην στρατιάν. ὧν ἐνόμιζον ἁπάντων μεμνημένον, οὐδέποτε βουλήσεσθαι, κἂν δυνήσῃ τὰ μεγάλα, τὰς ὑπ' ἐμὲ τελούσας πόλεις κακουργεῖν. σὺ δ', ὡς ἔοικεν, ἐκείνων ἁπάντων ἐπιλελησμένος, ἥκεις νῦν βαρβάρους ἄγων, ὡς ἐπὶ πολέμιον καὶ τὰ μέγιστα ἠδικηκότα, καὶ πόλεις τὰς μὲν τοῖς ὅπλοις εἷλες, ἑτέρας δὲ κλοπῇ, οὐκ ὀλίγας δὲ καὶ ὑπὸ δέους προσχωρησάσας. καὶ τοὺς ἐνοικοῦντας στρατιώτας καὶ τῶν ἐπιφανῶν πολλοὺς τοὺς μὲν ἀπέκτεινας κατὰ τὰς μάχας, τοὺς δὲ ἄλλους ἀνδραποδίσας, ἐν εὐεργεσίας μέρει τὴν ἐλευθερίαν τῶν σωμάτων, ὅτε σοι βέλτιον ἐφαίνετο, παρείχου, οὐ μᾶλλον ἥδεσθαι ποιῶν τυγχάνοντας ἐλευθερίας, ἢ ὅσον ἐξανδραποδιζόμενος ἐλύπεις·